Ancient Greek · ~10 min
Commentary hosea, ΤΟΜΟΣ ΠΡΩΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 32
Not analysed yet
Καὶ συναχθήσονται οἱ υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραήλε ἐπιτοαυτὸ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς τῆς, ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεσράελ. Καὶ τοῦτο εἰς πέρας ἐκβεβηκὸς εὑρήσομεν ἱστορικῶς τε ἅμα καὶ πνευματικῶς. ἦσαν μὲν γὰρ ἐν τοῖς ὁρίοις Περσῶν τε καὶ Μήδων οἵ τε ἐκ τῆς Σαμαρείας δορίληπτοι γεγονότες, τουτέστιν, ὁ Ἰσραὴλ, καὶ αὐτοὶ δὲ πρὸς τούτοις οἱ ἐκ τῆς Ἱερουσαλὴμ, τουτέστιν Ἰούδας καὶ Βενιαμίν. ἐπειδὴ δὲ Κῦρος ὁ Καμβύσου τὴν Βαβυλῶνα ἐλὼν, καὶ τὸ Περσῶν κράτος εἰς ἑαυτὸν μεταστήσας, ἀνῆκε τῆς αἰχμαλωσίας τόν τε Ἰσραὴλ καὶ τὸν Ἰούδαν, οἴκοι τε ἰέναι προστέταχεν ὁμοῦ τοῖς σκεύσει τοῖς ἱεροῖς, ἀφίκοντο μὲν εἰς Ἱεροσόλυμα, κατῳκή[κ]ασι δὲ λοιπὸν οὐκ ἔτι διῃρημένως, καθὰ καὶ πρὸ τῆς αἰχμαλωσίας· οὔτε μὴν ἰδίυς ἕκαστοι βασιλέας ἐσχήκασι· διῆγον δὲ πάντες ἐν ὁμοψυχίᾳ κατὰ μόνην τὴν Ἱερουσαλὴμ, ἡγουμένου τὸ τηνικάδε Ζοροβάβελ τοῦ Σαλαθιὴλ, ὃς ἦν ἐκ φυλῆς Ἰούδα, καὶ ἑρατεύοντος Ἰησοῦ τοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου, ὅτε καὶ τὸν Θεῖον ἀνεδείμαντο ναὸν, καὶ τῶν εἰς τὸ οἶκον εἴχοντο σπουδασμάτων. Συναχθήσονται τοίνυν, θηςὶν, οἱ υἱοὶ Ἰούδα καὶ οἱ υἱοὶ Ἰσραὴλ ἐπιτοαυτὸ, καὶ θήσονται ἑαυτοῖς ἀρχὴν μίαν, καὶ ἀναβήσονται ἐκ τῆς γῆς· ἵνα τὴνς τῶν ἀλλοφύλων ἐννοῇς, εἰς ἣν καὶ ἀπεκομίσθησαν αἰχμάλωτοι γεγονότες. τὸ δὲ Ὅτι μεγάλη ἡ ἡμέρα τοῦ Ἰεσράελ τῷ τῆς ἑστορίας οὐχ αῥμόσει λόγῳ. οὐκοῦν ἐκεῖνο θαμέν· ὅτε γὰρ κεκλήσεται λαὸς θεοῦ ὁ Ἰσραὴλ, καίτοι διὰ πλείστην ὄσην δυσσέβειαν ὠνομασμένος Οὐ λαὸς, καθά- περ ἤδη προείπομεν, τότε συναχθήσονται αὐτοί τε καὶ οἱ υἱοὶ Ἰούδα, τουτέστι, πᾶσα λοιπὸν ἡ ἐν ἐσχάτοις καιροῖς τῶν Ἰουδαίων εὑρισκομένη πληθὺς, καὶ ὑπὸ μίαν ἔσονται πάντες ἀρχὴν, τουτέστι, Χριστόν. καί τι τοιοῦτον δὲ διὰ φωνῆς Ἰεζεκιὴλ προαναπεφώνηκε λέγων ὁ τῶν ὅλων Θεὸς περὶ Χριστοῦ “Καὶ ἀναστήσω ἐπ’ αὐτοὺς ποιμένα ἕνα καὶ ποι- “μανεῖ αὐτοὺς, τὸν δοῦλόν μου Δαυεὶδ, καὶ ἔσται αὐτῶν ποιμήν.” ὀνομάζει δὲ Δαυεὶδ τὸν ἐκ σπέρματος Δαυεὶδ λεγονότα κατὰ σάπκα, Χριστόν. οὐκοῦν κεκλημένης ἤδη τῆς τῶν ἐθνῶν ἀγέλης, εἰσκομισθήσεται τελευταῖος ὁ Ἰσραὴλ, καὶ ὑπὸ μίαν ἔσονται πάντες ἀρχήν, καὶ ἀναβήσονται θησὶν ἐκ τῆς γῆς. δηλοῖ δὲ οἶμαι τουτὶ τοῖς νοοῦσιν ὁρθῶς, ἢ ὅτι πάντη τε καὶ πάντως οἱ τὸν τοῦ Σωτῆρος προσηκάμενοι ζυγὸν ἀποστήσονται λοιπὸν τοῦ φρονεῖν τὰ ἐπὶ τῆς γῆς, καὶ ἀμείνους ἔσονται φρονήματος σαπκικοῦ· τοιοῦτοι γὰρ πάντες οἱ ὑπὸ Χριστῷ γεγονότες· καὶ πιστώσεται λέγων ὁ μακάριος Δαυείδ “Ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς “Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθή- “μασι καὶ ταῖς ἐπιθυμίαις·” ἤγουν ὅτι τεύξονται καὶ αὐτοὶ τῆς ἀναστάσεως τῶν νεκρῶν.