Ancient Greek · ~8 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 32-2
Not analysed yet
Ἐν τούτοις ἡμῖν ὁ λόγος τὴν διὰ Χριστοῦ σωτηρίαν καθυπισχνεῖται λαμπρῶς, καὶ τῶν τῆς ἐπιδημίας διαμέμνηται χρόνων, καθ’ οὓς πεπληρῶσθαί φαμεν τὸ ‘‘Ἐν ταῖς ἡμέραις ‘‘ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ διδοὺς νόμους μου εἰς ‘‘διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς.’’ οὕτω γὰρ δὴ καὶ ὁ σοψώτατος Παῦλος τοῖς τὴν οὕτω λαμ- πρὰν καὶ ἀξιόληπτον ἀληθῶς καταπλουτήσασι χάριν ἐπι- στέλλει, λέγων, ‘‘Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμ- ‘‘μένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκο- ‘‘μένη ὐπὸ πάντων ἀνθρώπων, φανερούμενοι ὅτι ἐστὲ ‘‘ἐπιστολὴ Χριστοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν, ἐγγεγραμμένη ‘‘οὐ μέλανι, ἀλλὰ Πνεύματι θεοῦ ζῶντος.’’ διδακτοὶ γὰρ θεοῦγεγόναμεν οἱ πεπιστευκότες· καὶ γοῦν ὁ θεσπέσιος Ἰωάννης προσπεψώνηκε, λέγων ‘‘Καὶ ὑμεῖς χρίσμα ἔχετε ‘‘ἀπὸ τοῦ ἁγίου, καὶ οὐ χρείαν ἔχετε, ἵνα τις διδάσκῃ ‘‘ὑμᾶς· ἀλλὰ καθὼς τὸ αὐτοῦ πνεῦμα διδάσκει ὑμᾶς περὶ ‘‘πάντων.’’ παραδεξάμενοι τοίνυν τὸ Πνεῦμα, καὶ εἰς καρδίαν ἔσω λοιπὸν ἔχοντες αὐτὸν ἐνοικοῦντα Χριστὸν, τῶν ἀναγκάων εἰσηγητὴν, ἁπάσης εὐθὺς ἀρετῆς ἰδέαν πεπλουτήκαμεν, καὶ τὴν τῶν πνευματικῶν χαρισμάτων ἀμφιλαφῆ τε καὶ ἀναπόβλητον κτῆσιν. καὶ κὴ πρὸς τοῦτο ἡμᾶς ἐμπεδοῖ γράφων Παῦλος· ‘‘Ὅτι ἃ ὀφθαλμὸς οὐκ εἶδε, ‘‘καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ‘‘ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν.’’ ἐπαγγέλλεται τοίνυν λαλήσειν εἰς τὴν καρδίαν αὐτῆς· κεκλήσεται γὰρ εἰς ἐπίγνωσιν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, τοῦς θείους εἰς νοῦν λαβοῦσα νόμους ἐγκεχαραγμένους διὰ τοῦ Πνεύματος, καθὰ καὶ ἡ ἐξ ἐθνῶν ἐκκληςία· ἔσται δὲ τὰ κτήματα αὐτῆς ἐκεῖθεν, ἀντὶ τοῦ ἐντεπῦθεν, ἤγουν τοῦδε τοῦ πράγματος. ἀπὸ γάρ τοι τοῦ λαλῆσαι θεὸν ἐν ἡμῖν ἐνηχῆσαί τε διὰ τοῦ Πνεύματος τὰ ὅσαπέρ ἐστιν ἀναγκαῖα πρὸς ζωὴν καὶ θεογνωςίαν τὴν ἐν Χριστῷ νοουμένην, δἰ οὖ καὶ ἐν ᾦ τὸν Πατέρα τεθεάμεθα, πεπλουτήκαμεν, ὡς ἔφην, τὴν ἀμάραντον ἐλπίδα, τὴν δόξαν, τὰ αὐχήματα τῆς υἱοθεςίας, τὴν χάριν, καὶ τὸ αὐτῷ συμ- βασιλεῦσαι Χριστῷ· αὖται τῶν ἁγίων αἱ κτήσεις· οὖτος ὁ οὐράνιος πλοῦτος. φρονεῖν μὲν γὰρ ἀνέχονται τῶν ἐπιγείων οὐδέν· μεμιςήκασι δὲ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ.