Ancient Greek · ~14 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 32.1
Not analysed yet
Λέγοιτο δ’ ἃν καὶ ἐπὶ Χριστοῦ, καὶ μάλα εἰκότως Ὁ οικοδομων εἰς ’τον ουρανον αναβασιν αὐτοῦ. ἔστι μεν γαρ αυτὸς ἄνωθεν καὶ ἐξ οὐρανοῦ, ὅτι Θεὸς ἐκ Θεοῦ γεγέννηται κατὰ φύσιν· τοιγάρτοι καὶ ἔφασκεν “Ἐγὼ ἐκ τῶν ἄνω “εἰμί. μεμαρτύρηκε δὲ καὶ ὁ σοφὸς Ἰωάννης λέγων περὶ αὐτοῦ “O ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν· ἀλλ’ ἔχων οὐσιωδῶς τὴν εἰς οὐρανοὺς ἀνάβασιν· προὔκειτο γὰρ, ὡς ἔφην, ὡς Θεῷ· βάσιμον αὐτὴν ἀπέφηνε τοῖς ἐπὶ τῆς γῆς. “πρόδρομος γὰρ ὑπὲρ ἡμῶν ἀνέβη πρὸς τὸν Πατέρα, καὶ ὡς ὁ θεσπέσιος γράφει Παῦλος “πρόσφατον ἡμῖν καὶ ζῶσαν “ἐνεκαίνισεν ὁδόν·” ἐνεφάνισεν ὡς ἄνθρωπος “ὑπὲρ ἡμῶν “τῷ προσώπῳ τοῦ Θεοῦ” καὶ Πατρὸς, ὃς καὶ “αυνήγειρεν “ἡμᾶς αὐτῷ καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις.” ἐπειδὴ γὰρ ἀνέβη Χριστὸς, τὴν ἰδίαν ἀνάβασιν ᾠκοδόμησε καὶ ἡμῖν, εἴπερ ἐστὶν ἀληθὴς ὁ μακάριος Παῦλος λέγων “τοῦτο γὰρ “ὑμῖν λέγομεν ἐν λόγῳ κυρίου, ὅτι ἡμεῖς οἱ ζῶντες οἱ περι- “λειπόμενοι εἰς τὴν παρουσίαν τοῦ κυρίου οὐ μὴ φθάσωμεν “τοὺς κοιμηθέντας, ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν “φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι Θεοῦ καταβήσεται ἀπ’ “οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, “ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς “ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς “ἀέρα, καὶ οὕτως πάντοτε σὺν κυρίῳ ἐσόμεθα. ἀνέβη τοίνυν ὡς ἄνθρωπος, ἵνα καὶ τὴν αὐτῷ καὶ μόνῳ πρέπουσαν ἀνάβασιν· ὅτι Θεὸς καὶ ἐκ Θεοῦ ἔστι· καὶ ἡμῖν τοῖς πεπιστευκόσιν ἀποφήνῃ βατήν. αὐτὸς καὶ τὴν ἰδίαν ἐπαγγελίαν θεμελιοῖ ἐπὶ τῆς γῆς. διέψευσται γὰρ οὐδαμῶς, ἀποπερανεῖ δὲ μᾶλλον ἅπερ ἂν ἡμῖν ἐπαγγείληται κατορθοῦν. ἔφη μὲν γὰρ ὅτι ιι Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω· ἐὰν γὰρ ἐγὼ μὴ “ἀπέλθω, ὁ Ηαράκλητος οὐ μὴ ἔλθῃ πρὸς ὑμᾶς· ὅταν δὲ ιι ἀπέλθω, πέμψω αὐτὸν πρὸς ὑμᾶς.’’ τοιγάρτοι καὶ τοῖς ἁγίοις ἀποστόλοις κεκέλευκεν "ἀπὸ Ἰερουσαλὴμ μὴ χωρν ιι ζεσθαι, περιμένειν δὲ τὴν ἐπαγγελίαν τοῦ Ηατρὸς ἣν ἀκηκόασιν αὐτοῦ. ἀλλ’ ἐξέχεε πλουσίως αὐτοῖς τὴν χάριν. τοιγάρτοι καὶ γεγόνασι ιι Μάρτυρες τῆς δόξης αὐτοῦ ἔν τε ι Ἰερουσαλὴμ καὶ ἐν τῆ Ἰουδαφ,’’ καὶ ἐν πάση τῇ γῆ. καὶ καθ’ ἕτερον δὲ τρόπον τεθεμελιωμένην εὑρήσομεν τὴν 𝕷aa‘ιγγελιόιν aa̓ιιτου· πεπιστεύκαμεν γὰρ, ὅτι καὶ ἐκ νεκρὸν ἡμᾶς ἐγερεῖ, καὶ φθορᾶς ἀμείνους ἐργάσεται, καὶ "Mετασχη- ιι ματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ α σώματι τῆς δόξης αὐτοῦ,’’ καὶ τῆς ἑαυτοῦ βασιλείας κοι- νωνοὺς εἰσδέξεται. αὐτὸς οὗτός ἐστιν ὁ προσaa‘ιλούμενος τὸ ὕρωρ τῆς θόιλιίσσης κόιὶ ἐκχέων ‘ιὀτὸ ἐπὶ προσώπου τῆς γῆς, τουτέστιν, ὁ τὰ πικρά τε καὶ ἀπαράδεκτα καὶ εἰς χρῆσιν οὐκ ἐπιτήδεια μετατιθεὶς εἰς τὸ ὠφελοῦν. ιι ἀποκτενεῖ μὲν "γὰρ τὸ γράμμα’’ τὸ νομικὸν, καθά φησιν ὁ σοφώτατος Παῦλος, καὶ ἔστιν αὐτὴ καθ’ ἑαυτὴν ἀνωφελὴς ἡ σκιὰ, ἀλλὰ γέγονεν ἡμῖν τοῖς νοοῦσιν χρησιμωτάτη λίαν εἰς σύνεσιν τὴν ἐπὶ Xριστῷ, καὶ ὑετὸς ὥσπερ τις ἀνεδείχθη πνευμα- τικὸς, κατάρδων τρόπον τινὰ τὴν ὑπ’ οὐρανόν· εἴπερ ἐστὶν ἀληθὲς ὡς ὁ πάλαι τοῖς ἀρχαιοτέροις πικρὸς καὶ ἀφόρητος νόμος, γέγονεν ἡμῖν παιδαγωγὸς ἐπὶ τὸ Kριστοῦ μυστήριον, ὡς καὶ ἐν αὐτῷ δύνασθαι καρποφορεῖν, τὸ τῆς σκιᾶς πάχος ἀπολεπτύνοντας εἰς ἀλήθειαν. οὐκοῦν ὡς ἐν τάξει παραδείγματος ἐκληψόμεθα τὸ εἰρημένον, παρακομίζοντες εἰς ἀπόδειξιν καὶ τὸ τῆς Μαῤῥᾶς ὕδωρ, ὅτι πικρὸν μὲν ἦν, κατεγλυκαίνετο δὲ, Θεοῦ παραδείξαντος ξύλον τῷ μακαρίῳ Μωυσεῖ, καὶ τοῦτο τοῖς ὕδασιν ἐνιέναι προστεταχότος. ἀλλ’ ἦν τὸ ξύλον εἰκὼν καὶ τύπος τοῦ τιμίου σταυροῦ, δι’ οὗ γέγονε γλυκὺς ὁ νόμος, καὶ οἱονεὶ ποτιμώτατος, καίτοι τῆς ἱστορίας ἐχούσης τὸ πικρόν· “Ἀποκτένει γὰρ, ὡς ἔφην, τὸ “γράμμα,’’ μᾶλλον δὲ ὡς γέγραφεν ὁ σοφὸς ἡμῖν Παῦλος.