Ancient Greek · ~6 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 31-12
Not analysed yet
Ἀλλὰ καὶ ὅπερ ἂν ἐπαγγέλληται τοῖς ἐπὶ τῆς γῆς, φησὶ, τοῦτο δὴ πάντως ἐστὶν ἀκράδαντόν τε καὶ ἀραρὲς καὶ οἷον τεθεμελιωμένον. ἀτονήσει γὰρ κατ’ οὐδένα τρόπον ὁ τῶν δυνάμεων Κύριος, οὐδ’ ἂν διαπέσοι ῥῆμα τὸ παρ’ αὐτοῦ. καὶ πρὸς τοῦτο ἡμᾶς ὁ Σωτῆρ’ ἐμπεδοῖ λέγων “Ὁ οὐρανὸς “καὶ ἡ γῆ παρελεύσεται· οἱ δὲ λόγοι μου οὐ μὴ πάρω “θωσιν.’’ αὐτὸς οὗτός ἐστιν ὁ καὶ τῆς θαλάσσης τὸ ὕδωρ ἀρρήτοις δυνάμεσιν ἀνιμώμενος, καὶ ὕων ἐπὶ τὴν γῆν, τουτέστι πάλιν, ὁ οἰκονομῶν τὰ ἀνθρώπινα, καὶ τοσοῦτον εὐσθενὴς, ὡς καὶ τὰς τῶν γεγονότων φύσεις ἐφ’ ὅπερ ἂν ἕλοιτο μεταστοιχειοῦν εὐκόλως, ὄνομά τε αὐτῷ Κύριος ὁ Θεὸς, καὶ πρός γε τούτοις ὁ παντοκράτωρ. καὶ οὔτι που κλῆσις ἂν νοοῖτο τὸ χρῆμα ψιλὴ, καθάπερ ἀμέλει καὶ ἐπ’ ἀνθρώπου τυχὸν, ἀλλ’ ἐξ αὐτῆς ἀληθείας ὀρθῶς ηὑρημένον. ἀπὸ γὰρ τοῦ κυριεύειν οὐσιωδῶς, καὶ τὸ κατὰ πάντων ἀνῆφθαι κράτος, οὕτως ὠνόμασται πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων. σκοπὸς δὴ οὖν τῷ Προφήτῃ τὸ διὰ πλείστων ὅσων, καὶ ὅπως ἂν δύναιτο, καταπτοεῖν τοὺς ἠπατημένους, καὶ μεταπείθειν εὖ μάλα πρός γε τὸ χρῆναι γοργῶς ἀνόπιν ὥσπερ ἰέναι, χρῆμά τε ἡγεῖσθαι λαμπρὸν τὴν δικαιοσύνην, καὶ ποιεῖσθαι πάλιν αἱρετὸν τὴν εἰς Θεὸν εὐσέβειαν τοῖς τῶν ἐσομένων δείμασιν ἀνακόπτοντας εὐσθενῶς τὴν εἰς τὰ 5 αἰσχίω ῥοπήν. καὶ τοῦτο οἶμαί ἐστι τὸ διὰ φωνῆς τοῦ Δαυεὶδ ὀρθῶς εἰρημένον πρὸς τὸν τῶν ὅλων Δεσπότην Ἐν “κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαις τῶν μὴ “ἐγγιζόντων πρὸς σέ.”