Ancient Greek · ~2 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 33-11
Not analysed yet
Πάνδεινον ἀληθῶς καὶ δυσσεβείας ἧκον εἰς λῆξιν τὴν ἀνωτάτω τὸ παρασημαίνειν ἀποτολμᾶν τὴν τοῦ Θεοῦ δόξαν, καὶ ἅπερ ἂν αὐτῷ τε καὶ μόνῳ πρέποι, ταῦτα ταῖς τῶν εἰδώλων ἀνάπτειν τιμαῖς. οἱ γὰρ τοῦτο δρᾶν εἰωθότες, τὸ ὅσον ἐφ’ ἑαυτοῖς τὴν θείαν τε καὶ ἀνωτάτω φύσιν τῶν αὐτῇ τε καὶ μόνῃ πρεπωδεστάτων κατασείουσι θρόνων, καὶ τῶν ἱερῶν ἐκπέμπουσι θώκων, ἐνιδρύουσι δὲ ὥσπερ αὐτοῖς τοὺς ἀκαθάρτους δαίμονας.