Ancient Greek · ~5 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 33-14
Not analysed yet
Ἐξηγεῖται πολυτρόπως τὸ συμβεβηκὸς, ἀνακομίζων ὥσπερ ὑψοῦ τὴν χάριν, καὶ τοῖς θείοις νεύμασιν ἐπιμαρτυρῶν τὸ καὶ ἐκ παντὸς δύνασθαι κακοῦ διασώζειν εὐκόλως. ἐν αὐτοῖς μὲν γὰρ γεγενῆσθαί φησι τοῖς τῆς θαλάσσης μυχοῖς, καὶ ἐν συγχύσει πολλῶν ὑδάτων, ποταμίοις ἐν ἴσῳ κύμασιν ἐπικλυζόντων αὐτὸν, καὶ συμφορᾶς εἰς τοῦτο κατωλισθηκέναι, ὡς ἐννοῆσαι λοιπὸν παντελῆ τῶν θείων ὀμμάτων ὑπομεῖναι τὴν ἀποστροφὴν, καὶ εἰς ἀπόγνωσιν τῆς σωτηρίας ἐλάσαι. Πάνδεινον δὲ τὸ χρῆμα καὶ ὀλέθρου πρόξενον, τὸ ἐξ ὀμμάτων φημὶ γενέσθαι Θεοῦ. τοιγάρτοι καὶ ὁ θεσπέσιος Δαυεὶδ ἐλιπάρει λέγων “Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου “ἀπ’ ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σον.” ἕψεται δὲ πάντως ταῖς ἀποστροφαῖς τὸ χρῆναι παθεῖν τὴν θείαν ὀργὴν, μᾶλλον δὲ προανατελεῖ που καὶ προηγήσεται τῆς ἀποστροφῆς ὁ θυμός. Ἀρα προσθήσω ἐπιβέψαι με πρὸς ναόν τὸν ὅγιόν σου ; Οἶδε μὲν ὅτι δυνάμει Θεοῦ τετήρηται, καὶ τῆς ἄνωθεν ἐπικουρίας ἠξιωμένος διεβίω καὶ σέσωσται· καὶ τοῦτο ἐν κήτει καὶ ἐν κοιλίᾳ θηρὸς παραδόξως καὶ ὑπὲρ λόγον. ἐνδοιάξει δοιάζει γεμὴν, κατὰ τὸ εἰκὸς, εἰ καὶ ἐκδοθήσεται καὶ εἰς φῶς ἐλάσει πάλιν. τριπόθητον δὲ ποιεῖται καὶ πολύευκτον ἀληθῶς τὸ καὶ εἰς αὐτὸν εἰσελάσαι τὸν θεῖον ναὸν, ἀναθεῖναί τε τὰς δοξολογίας τῷ σεσωκότι Θεῷ, καὶ τῆς τοιᾶσδε χάριτος εὔχεται τυχεῖν, τὸ πάντα δύνασθαι κατορθοῦν, ὡς ἔφην, ἐπιμαρτυρῶν τῷ Θεῷ.