Ancient Greek · ~5 min
Commentary micah, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 33-16
Not analysed yet
Οτι τῆς ἐλπίδος ἥκιστά γε διολισθήσειεν ἂν ὁλοτρόπως ὁ Ἰσραὴλ, ὑποφαίνει λοιπόν· συνετριβη μὲν γὰρ, γέγονε δὲ καὶ ἀπόπεμπτος, ἤγουν ἀποβέβληται διὰ πολλὴν ἄγαν ἀσέβειαν· θεομάχος τε γὰρ καὶ εἰδωλολάτρης, βδελυρός τε καὶ βέβηλος ἦν, καὶ τοῖς τῆς μιαιφονίας ἐγκλήμασιν οὐ μετρίως ἐνισχημένος. ἀπεκτόνασι γὰρ τοὺς προφήτας, εἶτα τελευταῖον καὶ αὐτὸν ἐσταύρωσαν τὸν τῶν ὅλων Σωτῆρα καὶ λυτρωτὴν, πλὴν ἠλέηται διὰ τοὺς πατέρας καὶ σέσωσται τὸ κατάλειμμα, γέγονε δὲ καὶ εἰς ἔθνος μέγα. καὶ γάρ ἐστιν ἀληθὲς, ὡς ἔθνος ἂν νοοῖτο πάμμεγα, καὶ μάλα εἰκότως, ἡ τῶν ἐν Χριστῷ δεδικαιωμένων ἁγία πληθύς. ἐξαίρετα δὲ αὐτῆς, καὶ τὰ ἐφ’ οἷς ἂν ἔχοι τὸ χρῆναι θαυμάζεσθαι, τὰ εἰς νοῦν ἀγαθὰ, τὰ εἰς καρδίαν αὐχήματα, τουτέστιν, ὁ ἁγιασμὸς, ἡ εἰς Χριστὸν ἐλπὶς, τὸ ἐν πίστει γνήσιον, τὸ τεθαυμασμένον ἐν ἀρεταῖς, τὸ ἀξιάγαστον ἐν ὑπομονῇ, καὶ τὸ ὑπ’ αὐτοῦ βασιλεύεσθαι τοῦ Χριστοῦ καὶ ὑπ’ αὐτοῦ ποιμαίνεσθαι, καὶ αὐτὸν ποιεῖσθαι καθηγητήν· “Εἷς γὰρ “ἠμῶν ὁ καθηγητὴς ὁ Χριστός.” εἰ δὲ δὴ καὶ ἐγερθεῖεν οἱ νεκροὶ, καὶ “ἡμεῖς ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν “αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυ- “ρίου εἰς ἀέρα, καὶ οὕτως πάντοτε σὺν Κυρίῳ ἐσόμεθα.” ὄρος δὲ Σιὼν τὴν ἄνω φησὶ‘ Ἱερουσαλὴμ, τὴν τῶν πρωτοτόκων μητέρα, ἐν ἧ καὶ αὐτῷ συνεσόμεθα τῷ Χριστῷ.