Ancient Greek · ~9 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 33-8
Not analysed yet
Tίνα δὴ τρόπον προσήκει ποιεῖσθαι τὸ πένθος αὐτοὺς, διατρανοῖ πάλιν, καὶ εἰσηγητὴς αὐτοῖς σοφὸς φαίνεται τῆς εἰς μετάγνωσιν ὁδοῦ, καὶ τὰ δι’ ὧν ἂν γένοιτο πρᾷός τε καὶ εὐμενὴς ὁ τῶν ὅλων Θεὸς, καταδεικνύει σαφῶς. τοῦτο δὴ ἦν, οἶμαι, καὶ ἀνακόψαι θέλοντος τὴν ὀργὴν, καὶ ἀφανίσαι τὸ λυποῦν, καὶ περιστεῖλαι τὸ βλάπτον, ἐπιδοῦναί τε πάλιν αὐτοῖς τὸ εὐημερεῖν, καὶ διαχεῖσθαι τοῖς ἀγαθοῖς. ἔφη τοίνυν ὅτι, ἁγιάστε νηστέίαν, τουτέστιν, ὡς ἐν ἀναθήματος ποιεῖσθε τάξει, καὶ ὡς ἐν θυσίας τρόπῳ τὴν πάναγνον ἀληθῶς καὶ ἀμώμητον νηστείαν. οὐ γὰρ δὴ προσήκει ταῖς μὲν ἀσιτίαις κατατήκεσθαι τὸ σαρκίον, δρᾶν δὲ δὴ αὐτοὺς νενηστευκότας τὰ ἐφ’ οἷς ἂν εἰκότως παροτρύνοιτο Θεός. εἰ γὰρ μέλλοιμεν ἐν καιρῷ νηστείας τῶν ἰδίων οὐκ ἀποπαύεσθαι θελημάτων, ὑπονύττειν δὲ τοὺς ὑποχειρίους “Εἰς κρίσιν τε καὶ μάχας, “τύπτειν τε πυγμαῖς ταπεινὸν κατὰ τὸ γεγραμμένον, οὔπω νενηστεύκαμεν ἁγίως τε καὶ καθαρῶς· πόνων δὲ ζημίας ὑπομενοῦμεν εἰκότως Θεοῦ διακεκραγότος “Οὐχὶ ταύτην τὴν “νηστείαν ἐγὼ ἐξελεξάμην λέγει Κύριος.” δεῖ δὴ οὖν ἀποσχέσθαι φαυλότητος, ἕπεσθαί τε, καὶ μάλα νεανικῶς, τοῖς τοῦ νομοθέτου δόγμασιν, ἀπευθύνοντας τὴν καρδίαν πρὸς πᾶν ὁτιοῦν τῶν ἄρες κοντῶν αὐτῷ, καὶ τὸν τῆς διανοίας ὑποφέροντας αὐχένα, ψάλλοντάς τε καὶ λέγοντας “Ἴδε τὴν “ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς “ἁμαρτίας μου·” καὶ μὴν πρὸς τῷδε κἀκεῖνο τὸ προφητικόν “Ἰδοὺ οἵδε ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ κύριος ὁ Θεὸς “ἡμῶν εἶ.’’ παράστασις γὰρ ἥδε πνευματικὴ καὶ θυσία καθαρὰ καὶ ἁνδάνουσα τῷ Θεῷ “ὑπὲρ μόσχον νέον,’’ ὑπὲρ ἀμνον ἐκ ποιμνίων, ὑπὲρ ἔριφον ἐξ αἰγῶν, ὑπὲρ σεμίδαλιν καὶ λιβανωτόν. πνευματικαῖς “γὰρ θυσίαις εὐαρεστεῖται “Θεός.’’ ἁγιάζοντες δὲ τὴν νηστειαν, κηρύξω μὲν θεραπείαν, τουτέστι, τὴν τῶν θείων θελημάτων ἐκπλήρωσιν, ἧ δὴ καὶ πρεπόντως παρέποιτο ἃν τὸ εὐθὺ, τὸ εὐάγωγον τοῦ τρόπου, τὸ πρὸς πᾶν ὁτιοῦν ἕτοιμον τῶν εἰς εὐσεβείας λόγους· ἐπιτελέσομεν δὲ τῆς θεραπείας τοὺς τρόπους, συνειλεγμένων ἐν ἐκκλησίαις τῶν ἐκ γερουσίας, συνδεδραμηκότων δὲ καὶ ἁπάντων τῶν κατοικουντων τὴν γῆν, κλαόντων τε καὶ μάλα συντόνως εἰς ὅλην ἡμέραν, καὶ ἀραρότως διακειμένων, ὅτι πάντη τε καὶ πάντως ἐλεήσει Θεός· ἔστι γὰρ Exod. xxxiv. 6. “Μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινὸς,” “Ἐξαίρων Mich. vii. 18 10 “ἀνομίας καὶ ὑπερβαίνων ἀδικίας καὶ οὐ συνέχων εἰς μαρ- “τύριον ὀργὴν αὐτοῦ, κατὰ τὸ γεγραμμένον, ὅτι θελητὴς “ἐλέους ἐστί.’’