Ancient Greek · ~2 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 34-9
Not analysed yet
Kηρύξατε ταῦτα ἐν τοῖς ἔθνεσιν, ἁγιάσατε πόλεμον, ἐξεγείρατε τοὺς μαχητὰς, προσαγάγετε καὶ ἀναβαίνετε πάντες ἄνδρες πολεμισταὶ, συΓκόψατε τὰ ἄροτρα ὑμῶ εἰς ῥομφαίας καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας· ὁ ἀδύνατος λεγέτω ὅτι Ἰσχὺν ἔχω. συναθροίζεσθε καὶ εἰσπορεύεσθε πάντε τὰ ἔθνη κυκλόθεν καὶ συνάχθητε ἐκεἲ· ὁ πραῢς ἔστω μαχητής. ἐξεγειρέσθω, καὶ ἀναβαινέτωσαν πάντα τὰ ἔθνη εἰς ὦι κοιλάδα Ἰωσαφὰτ, διότι ἐκεῖ καΘιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κθκλόθεν.