Ancient Greek · ~5 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 35-11
Not analysed yet
Αῤῥήτῳ δυνάμει σεσωσμένος παρὰ Θεοῦ, λαμπροτέρας ἠβούλετο τὰς τῶν εὐχαριστηρίων ἀναπέμπειν ᾠδάς. ἀφηγεῖταί που πάντως τὰ συμβεβηκότα, καὶ ποίᾳ μὲν γέγονε περίσχετος συμφορᾷ διδάσκει λεπτῶς, σέσωσται δὲ ὅπως ἀνακηρύττει πάλιν. ὅτι τοίνυν ἐν θαλάσσῃ γέγονε, καὶ ἐν ἀβύσσῳ πολλῇ, καὶ ἐν σχισμαῖς ὀρέων, καταδυομένου κατὰ τὸ εἰκὸς τοῦ κήτους ἐν πέτραις καὶ τοῖς ἐν ἁλὶ σπηλαίοις, οὐκ ἠγνόηκεν ὡς προφήτης· καθικέσθαι δέ φησιν εἰς γῆν, ἧς οἱ μαλοὶ αὐτῆς κάτοχοι αἰωνιοι, τουτέστι τὸν ᾅδην, οὐχ ὅτι γέγονεν ἐκεῖσε· τεθνεῶτα γὰρ οὐχ εὑρήσομεν· ἀλλ’ ὅτι τοῦ κινδύνου τὸ μέγεθος καὶ τῶν συμβεβηκότων τὸ ἄχθος οὐδὲν ἀποδεῖ τοῦ καὶ ἐκτεθνάναι δοκεῖν, καὶ εἰς αὐτὸν ἀφικέσθαι τὸν ᾅδην, ὅθεν οὐκ ἃν ἐξοίχοιτό τις, ὑπονοστήσειε δ’ ἃν οὐδαμῶς ὁ ἅπαξ ἐνειλημμένος. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ κατόχους ἔχειν εἰς αἰῶνα τοὺς μαλοὺς, ἀρρήκτους καὶ ὑπ’ οὐδενὸς πώποτε νενικημένους ἤγουν παραλελυμένους. ὅτι δὲ οὐ τέθνηκε, διεβίω δὲ, ὡς ἔφην, ἐν τῷ κήτει, καὶ ἦν ἐν αὐτῷ, τῶν εἰς θάνατον ἢ καταφθορὰν πεπονθὼς οὐδὲν, ἀποφήνειεν ἂν εὐκόλως τὸ καὶ ἐν ἐλπίσιν εἶναι τοῦ σωθήσεσθαι πάλιν. ταύτῃτοί φησι τό Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, Κύριε ὁ Θεός μου. ἐκδοθῆναι γὰρ εἰς φῶς εὔχεται, καὶ οἷον ἐξ ᾅδου τῆς τοῦ κήτους ἀνενεχθῆναι γαστρὸς.