Ancient Greek · ~15 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 35.1
Not analysed yet
Ὅτι τοίνυν οἱ ἀπειθεῖς καὶ ἐξήνιοι, καὶ τῶν θείων ἐν- ταλμάτων καταφρονηταὶ, δεινῇ καὶ ἀφύκτῳ περιπεσοῦνται δίκῃ, κρίνοντος τοῦ Χριστοῦ, παραδείξειεν ἂν, καὶ μάλα ῥᾳδίως, ὡς ἔν γε τοῖς τύποις, τὰ ἐπὶ τῷ Ἄχαρ πεπραγμένα κατὰ καιροὺς, ὃς τῆς θείας ἀλογήσας ἐντολῆς, καὶ κεκλοφὼς ἐκ τοῦ ἀναθήματος, τετιμώρηται πανοικὶ, ποινὴν ἐπαρτή- σαντος τὴν ἐσχάτην αὐτῷ Ἰησοῦ τοῦ Ναυῆ, τὴν τοῦ Χριστοῦ πληροῦντος εἰκόνα. ἐστρατηγησε γὰρ μετὰ Μωυςέα, καὶ αὐτὸς διεβίβασε τὸν Ἰορδάνην τοὺς υἱοὸς Ἰσραὴλ, καὶ αὐτὸς αὐτοῖς κατεκληροδότησε τῆς ἐπαγγελίας τὴν γῆν. ἔχει δὲ οὕτω τὰ ἐπὶ τῷ Ἄχαρ γεγραμμένα. ἐπειδὴ γὰρ ἑάλω κεκλο- φὼς, καὶ ὡμολόγει τὴν ἁμαρτίαν, ‘‘Καὶ ἔλαβε, φηςὶν, Ἰησοῦς ‘‘τὸν Ἄχαρ υἱὸν Ζαπὰ καὶ ἀπήγαγεν αὐτὸν εἰς φάραγγα ‘‘Ἀχὼρ, καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ ‘‘τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ τὰ πρόβατα c‘‘ αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα ‘‘αὐτοῦ, καὶ πᾶς ὁ λαὸς μετ’ αὐτοῦ, καὶ ἀνήγαγεν αὐτοὺς ‘‘εἰς Ἐμεκαχώρ. καὶ εἶπεν Ἰησοῦς τῷ Ἄχαρ Τί ὅτι ὠλό- ‘‘θρευσας ἡμᾶς; ἐξολοθρε; σαι σε Κύριος καθὰ καὶ σήμερον. ‘‘καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς ἱσραὴλ, καὶ ἐπέστησαν ‘‘αὐτῷ σωρὸν λίθων μέγαν.’’ Ἀχὼρ μὲν οὖν ἑρμηνεύεται διαστροφή· προσεπενηνεγμένου δὲ τοῦ Ἐμὲκ, νοεῖται δὴ πάλιν κοιλὰς διαστροφῆς· ἐκεῖ τὸν Ἄχαρ ἀπεκτόνασιν ὡς θεομιςῆ καὶ φιλόπλουτον οἱ υἱοὶ Ἰσραὴλ, προσθέντες αὐτῷ καὶ πάντα τὰ αὐτοῦ· γέγραπται γὰρ ὅτι ‘‘Οἱ ἀσεβεῖς ‘‘ὁλόῤῥιζοι ἐκ γῆς ὀλοῦνται.’’ οὕτως ἔσται καὶ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς, ὅταν ἡμῖν ἄνωθεν καὶ ἐξ οὐρανοῦ καθί- κηται χριστὸς, ἀποδώσων ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. τοὺς γὰρ ἀπειθεῖν ᾐρημένους ταῖς θείαις ἐντολαῖς, καὶ τὰ ἐν κόσμῳ μᾶλλον ἠγαπηκότας, οἶον εἰς φάραγγα βαθεῖαν τὸν ᾄδην κατενεηκὼν, κακοὺς κακῶς ἀπολέσει. Δώσω τοίνυν φηςὶ τὴν κοιλάδα Ἀχὼρ ἤτοι Ἐμεκαχὼρ, εἰς τὸ διανοῖξαι σύνεσιν αὐτῆς. ἔσται γὰρ αὐτῇ, φηςὶ, τῶν σφόδρα e χρηςίμων εἰς τὸ ἀνανῆψαι δεῖν, καὶ ἐκ τῆς ἀρχαίας πωρώσεως τῆς διανοίας τὸν ὀφθαλμὸν ἀνευρῦναι λοιπὸν, τὰ πεπραγμένα κατὰ καιροὺς ἐν τῇ κοιλάδι τῆς Ἐμεκαχὼρ· διαστροφῆς δὲ κοιλάδα τὸν χῶρον ὠωόμασεν, ἐκεῖ γὰρ πεπτώκασι τῶν ἐξ Ἰσραὴλ οὐκ ὀλίγοι, διωκόντων αὐτοὺς τῶν ἀπὸ τῆς Γαΐν, καὶ πολλὴν συνέβη γενέσθαι διαστροφὴν, οἰηθέντος Ἰησοῦ τῆς περὶ θεοῦ φειδοῦς καὶ ἐπικουρίας ἀπολισθῆναι τὸν Ἰσραήλ. τὰ πεπραγμένα δὴ οὖν, φηςὶν, ἐν τῇ φάραγγι τῆς διαστροφῆς ἐπὶ τῷ τὴν θείαν ἐντολὴν παραλύσαι τολμήσαντι διανοίξει τὴν σύνεσιν αὐτῆς πρὸς τὸ εἰδέναι λαμπρῶς, εἰς οἶον ἐκβήσεται τέλος τοῖς καταφρονεῖν ἐθέλουσι τὸ ἐγχείρημα. ἄθρει δὲ ὅπως οὐ πρότερον δέδοται πρὸς τὸ διανοῖξαι σύνεσιν αὐτῆς ἡ κοιλὰς, ἡ Ἀχὼρ, πρὶν ἂν λελάληκεν εἰς τὴν καρδίαν αὐτῆς. οὐ γὰρ ἂν συνεῖεν τὰς θείας ἐντολὰς οἱ τῶν Ἰουκαίων δῆμοι, ἀλλ’οὐδ’ ἂν ἐν τύποις καταθρήσειαν ἂν τὸ Χριστοῦ μυστήριον, εἰ μὴ ἀρα καθ’ἡμᾶς τοὺς ἤδη πεπιστευκότας τὴν τοῦ Ἁγίου Πνεύματος καταπλουτήσειαν μέθεξιν, καὶ τῆς ἄνωθεν φωταγωηίας ἀπο- δειχθεῖεν μετεσχηκότες. πιστώσεται δὲ πρὸς τοῦτο ἡμᾶς ὁ μακάριος γράφων Παῦλος περὶ τῶν ἐξ αἵματος Ἰσράήλ· ‘‘Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ‘‘ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτό- ‘‘μενον, ὅτι ἐν Χριστῷ καταργεῖται· ἀλλ’ ἕως σήμερον, ‘‘ἡνίκα ἂν ἀναγινώσκηται Μωυςῆς, κάλυμμα ἐπὶ τὴν καρ- ‘‘δίαν αὐτῶν κεῖται. ἡνίκα δ’ ἂν ἐπιστρέψῃ πρὸς Κύριον, ‘‘περιαιρεῖται τὸ κάλυμμα. ὁ δὲ Κύριος τὸ πνεῦμα ἐστίν· ‘‘οὖ δὲ τὸ πνεῦμα Κυρίου, ἐλευθερία.’’ πρότερον τοίνυν εἰς τὴν καρδίαν αὐτῆς λαλήσειν ἐπαγγέλλεται, τοῦς θείους αὐτοῖς ἐγχαράττοντος νόμους καὶ παιδαγνγίαν τὴν ἄνωθεν τοῦ Ἁγίου Πνεύματος· εἶθ’ οὕτως συνήσειν καὶ τὰ ἐν τῇ κοιλάδι τῆς Ἐμεκαχὼρ τυπικῶς τε καὶ ἱστορικῶς πεπραγμένα, καὶ οὐκ ἀνικάνως ἔχοντα πρὸς τὸ διανοῖξαι τὴν σύνεσιν αὐτῆς, καὶ τῆς ἀρχαίας πωρώσεως ἀπαλλάξαι λοιπόν. ‘‘Πώρωσις γὰρ ‘‘ἀπὸ μέρους γέγονε τῷ Ἰσραῆλ,’’ καθὰ καὶ ὁ σοφὸς γράφει Παῦλος.