Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 34-2
Not analysed yet
Ἕψεται πάλιν τῷ λόγῳ τὸ δώσω. δώσω γάρ φησι τὰ κτήματα αὐτῆς ἐκεῖθεν· δώσω δὲ ὁμοίως καὶ τὴν κοιλάδα Ἀχὼρ διανοῖξαι σύνεσιν αὐτῆς. καὶ ὃ βούλεται δηλοῦν, ἔστι τοιοῦτο· ἡμεῖς οἱ πεπεστευκότες ὑποτύπωςίν τινα τῶν πρακτέων τὰ τοῖς ἀρχαίοις συμβεβηκότα ποιεῖσθαι σπουδά- ζοντες, παραιτούμεθα μὲν ὡς ὀλέθρου πρόξενον τὸ προσκρούειν θεῷ· ζητοῦμεν δὲ μᾶλλον καὶ διὰ φροντίδος πεποιήμεθα τὸ ἀποπεραίνειν τὸ ἀνδάνον ἀὐτῷ. προτρέπει γὰρ ἡμᾶς εἰς τοῦτο καὶ ὁ σοφώτατος Παῦλος, οὕτω λέγων ‘‘Ταῦτα δὲ ‘‘τυπικῶς συνέβαινεν ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεςίαν ‘‘ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.’’ τρόπος οὖν ἄρα παιδαγωγίας εἰς ἀρετὴν, τὸ δεῖν οἴεσθαι καθορᾶν τὰ τοῖς ἀρχαιοτέροις συμβεβηκότα.