Ancient Greek · ~10 min
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 36-12
Not analysed yet
̔Υποπεπτωκότος τοῦ Ἰσραὴλ τοῖς ἐξ ὀργῆς κινήμασι, καὶ τῶν εἰς Θεὸν πεπλημμελημένων ἀποτιννύντος δίκας, οἱ ἀπὸ Γέθ τε καὶ Ἐνακεὶμ τῆς τοῦ Θεοῦ δόξης καταμειδιᾶν ἀπετολμων. ᾤοντο γὰρ ὅτι, καθάπερ ἤδη προεῖπον, οὐ σέσωκε τοὺς ἰδίους, ὡς τῆς Ἀσσυρίων χειρὸς ἡττώμενος. εἶτα πρὸς τοῦτο Θεὸς ἀναπείθειν ἤθελεν, ὡς ἀπό γε τῆς Λάχεως, ὅτι δέδονται τοῖς ἐχθροῖς διὰ τὸ ηὑρῆσθαι πολλὰς ἀσεβείας τοῦ Ισραὴλ ἐπ’ αὐτοῖς, καὶ ὅτι γεγόνασιν ἁμαρτίας ἀρχηγοὶ τῇ θυγατρὶ Σιῶν, τουτέστι τῆ ̔Ιερουσαλήμ. ταῦτα Θεοῦ λέγοντος, συνεὶς εὖ μάλα τὸ δηλούμενον καὶ πρό γε τῶν ἄλλων ὁ μακάριος Προφήτης, ἀποδέχεται τοὺς λόγους, καὶ μονονουχὶ ταῖς παρ’ ἑαυτοῦ ψήφοις εἰς ἀλήθειαν στεφανῶν, ἀναπεφώνηκεν εὐθύς Διὰ τοῦτο δώσεις ἐξαποστελλομένους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους. ναί φησιν, ὦ Δέσποτα, βαδιοῦνται πρὸς ἐχθροὺς, καὶ ἐξαποσταλήσονται παρὰ σοῦ, τὴν ἐνεγκοῦσαν ἀφέντες, καὶ εἰς τὴν τῶν Ἀσσυρίων μεταχωρήσαντες, οὐχὶ μόνοι, φησὶν, οἱ ἐν Σαμαρείᾳ, ἀλλὰ γὰρ καὶ οἱ ἐν Τεύ. οἱ μὲν γὰρ γεγόνασιν ἀποστάται καὶ ὑβρισταὶ, καὶ τῶν σῶν κατόπιν ἰέναι θεσπισμάτων οὐκ ἀνεχόμενοι· οἱ δὲ πεπραχόσιν ἀθλίως ἐπιτωθάζοντες, τῆς σῆς δόξης ἐποιοῦντο κατάρρησιν τὸ συμβεβηκός. αὐτὸς οὖν δώσεις ἐξαποστελλομενους ἕως κληρονομίας Γὲθ, οἴκους ματαίους. μάταιοι γὰρ οἶκοι καὶ ὁ τοῦ Ἐφραῒμ καὶ οἱ τῶν ἀπὸ Γὲθ, διάτοι τὸ μήτε Θεὸν ἀνέχεσθαι τιμᾶν, ἀπονέμειν δὲ τὰς λατρείας τοῖς γλυπτοῖς, καὶ ὅτι μόνα πεφρονήκασι τὰ σαρκὸς, καὶ τοῖς ἐπιγείοις προσκείμενοι, οὐδένα τῆς ἀρετῆς ἐποιοῦντο λόγον. εἶτα μεταξὺ σχετλιάζει τρόπον τινὰ, καὶ μονονουχὶ τὼ χεῖρε συμπλήττει ὁ μακάριος Προφήτης, εἰς ἔννοιαν ἐρχόμενος τῶν κατὰ καιροὺς πεπραγμένων ἐν Σαμαρείᾳ. διαλογίζεται δὲ τὴν τῶν βασιλέων ἀγερωχίαν, καὶ ὅτι τῆς ἐκείνων σκαιότητος ἀνοσίου ἀνοσιουργήματα γεγόνασι τὰ ἐφ’ οἷς πεπλημμέληκεν ὁ Ἰσραήλ. αὐτῶν γὰρ εὑρήματα καὶ αἱ δαμάλεις ἦσαν, καὶ τὰ τῶν ἑτέρων εἰδώλων τεμένη. οὐ διαλελοίπασι δὲ διὰ παντὸς τρόπου παροτρύνοντες τὸν Δημιουργόν. ἀσχάλλων δὴ οὖν ὁ Προθήτης Εἰς κενα φησιν ἐγένετο τοῖς βασιλεῦσι τοῦ Ἰσραὴλ, ἕως τοὺς κληρονόμους ἀγάγωσιν. ὅμοιον ὡς εἰ λέγοι τῶν εἰς ματαιότητα σπουδὰς μάτων οὐ κατέληξαν οἱ βασιλεῖς, ἄχρις ἂν εἰς τοῦτο πεπτώκασιν ἀθλιότητος, ὡς ἑτέρων γενέσθαι κλῆρον τὸν ἐκνεμηθέντα αὐτοῖς παρὰ Θεοῦ. ὅτι δὲ ἔμελλον Ἀσσύριοι τῆς Ἰουδαίων ἁπάσης κατάρξαι γῆς, δέχεται δύο πόλεις ἐν ἐσχατιαῖς τῆς ὅλης χώρας κειμένας, τήν τε Λάχιν φημὶ καὶ τὴν Ὀδολὰμ, ἃς ᾠκοδόμησε ̔Ροβοὰμ, καί φησι Κατοικοῦσα Λάχις κληρονομία ἕως Ὀδολὰμ ἥξει. κληρονομήσει γὰρ τὴν Λάχις καίτοι καλῶς σφόδρα τετειχισμένην· μένην· τοῦτο γὰρ τὸ κατοικεῖν ἐστι· παρατείνει δὲ, φησὶ, καὶ ἕως τῆς Ὀδολάμ.