Ancient Greek · ~1 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 36-6
Not analysed yet
Ἐπιφωνήσειε δ’ ἂν τὰ τοιάδε πάλιν τοῖς τῆς Ἐκκλησίας ἐχθροῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς χριστὸς, οἳ κἂν ἴοιεν παμπληθεὶ, καὶ ὅλη δυνάμει χρώμενοι τῶν ἁγίων καταστρατευοιντο, πεσοῦνται δὴ πάντως αὐτοῦ προασπίζοντος, κακεινους μὲν καταστρέφοντος, ἀνατειχίζοντος δὲ τοὺς ἰδίους προσκυνητὰς πίστει καὶ ἐλπίδι καὶ ἀγάπη, καὶ τοῖς ἐκ τῆς ἰδίας ἡμερότητος ἀγαθοῖς.