Ancient Greek · ~18 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 36.1
Not analysed yet
Μανιαν κἀνθάδε συνήθως φησὶ τὴν ψευδομαντείαν. κυροῦ δὲ οἶκον ὀνομάζει τὸν Ἰσραήλ. καὶ γοῦν εἴρηταί που διὰ φωνῆς Ἱερεμίου πρὸς τὴν τῶν Ἰουδαίων Συναγωγὴν, ὡς ἐκ προσώπου Θεοῦ "ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα “καὶ ἀρχηγὸν τῆς παρθενίας σου;” ;” καταπλήττεται δὴ οὖν τῆς ἀποπληξίας τὸ μέγεθος, καὶ τῶν ἀτόπων ἐγχειρημάτων τὴν ὑπερβολήν. ἐληλάκασι γὰρ πρὸς τοῦτο λοιπὸν ἀνοσιότητός φησιν, ὡς μανίαν ἐν οἴκῳ κυρίου καταπῆξαι, τουτέστι, ψευδομαντείαν, καὶ τὰ τοῖς θείοις νόμοις ἀπηγορευμένα πλημμελεῖν. εὖ δὲ δὴ καὶ τὸ κατέπηξάν φησιν· οὐ γὰρ πέπαυται τολμηθὲν εἰσάπαξ, ἀλλ’ οἱονεὶ πέπηγε καὶ ἐνεβοθρεύθη λοιπὸν τῆς δυσσεβείας τὸ χρῆμα. οὐ γὰρ κατεληξε ψευδομάντεις μάντεις ἔχων καὶ ψευδοπροφήτας ὁ Ἰσραήλ. ἐπειδὴ δὲ τὰ τοιάδε τετολμήκασιν, εἰκότως ὧν ἔδρασαν ἐξαιτούμενοι δίκας, εφθαρησαν κατα τας ημερας του βουνοῦ. μεμνησεται γὰρ ἀδολὀας αὐτῶν, καὶ ἐκδικήσει πάσας τὰς ἁμαρτίας αὐτῶν. καὶ τί δὴ τοῦτό ἐστι τὸ ἀφαίρησόν κατὰ τὰς ἡμέροις τοῦ βουνοῦ, φέρε, διὰ βραχέων ὑπομνήσωμεν. γέγραπταί τι τοιοῦτον ἐν τῆ βίβλῳ τῶν κριτῶν· ἐπιδρομάδην δὲ ἅπασαν, ὡς ἔνι, ποιήσομαι τὴν ἀφήγησιν, καὶ μακροτέραν οὖσαν συστελῶ. “Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶν, οὐκ ἦν βασι- “λεὺς ἐν Ἰσραήλ, ἀνὴρ τὸ εὐθὲς ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει. ““καὶ ἐγενήθη νεανίας ἐκ Βηθλεὲμ, δήμου Ἰούδα, καὶ αὐτὸς “Λευΐτης, καὶ οὗτος παρῴκει ἐκεῖ. καὶ ἐπορεύθη ὁ ἀνὴρ “Βηθλεὲμ Βηθλεὲμ τῆς πόλεως Ἰούδα παροικῆσαι ἐν ᾧ ἂν εὕρῃ ““τόπῳ, καὶ ἦλθεν ἕως ὄρους Ἐφραΐμ, καὶ ἕως οἴκου Μιχαία, ““τοῦ ποιῆσαι ὁδὸν αὐτοῦ. καὶ εἶπεν αὐτῷ Μιχαίας Πόθεν "ἔρχῃ; καὶ εἶπε πρὸς αὐτόν Λευΐτης Ἐγώ εἰμι ἀπὸ Βηθλεὲμ "Ἰούδα, καὶ ἐγὼ πορεύομαι κατοικῆσαι ἐν ᾧ ἃν εὕ ῥὼ τόπῳ. “καὶ εἶπεν αὐτῷ Μιχαίας Κάθου μετ’ ἐμοῦ, καὶ γίνου μοι "“εἰς πατέρα καὶ εἰς ἱερέα, καὶ ἐγὼ δώσω σοι δέκα ἀργυρίους "εἰς ἡμέραν καὶ στολὴν ἱματίων καὶ τὰ πρὸς ζωήν σου. “καὶ ἐπορεύθη ὁ Λευΐτης, καὶ ἤρξατο παροικεῖν παρὰ τῷ "“ἀνδρί. καὶ ἐγενήθη ὁ νεανίας παρ’ αὐτῷ ὡς εἷς ἀπὸ υἱῶν "αὐτοῦ. καὶ ἐπλήρωσε Μιχαίας τὴν χεῖρα τοῦ Λςυΐτου, "καὶ ἐγενήθη αὐτῷ εἰς ἱερέα, καὶ ἐγένετο ἐν οἴκῳ Μιχαίου. εἰδωλολάτρης μὲν οὖν ὁ Μιχαίας, κατεμισθοῦτο γεμὴν τὸν ἐξ αἵματος τοῦ Λευΐ, καὶ θεραπευτὴν ἐποίει γλυπτοῦ, καὶ ταῖς τῶν εἰδώλων ἀνετίθει χρείαις. καὶ τί μετὰ τοῦτο γενέσθαι συμβέβηκεν ; ἔφη πάλιν ὡδὶ τὸ γράμμα τὸ ἱερόν ““καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ἡ φυλὴ Δὰν ἐζήτει ἑαυτῇ ““κληρονομίαν τοῦ κατοικῆσαι, ὅτι οὐκ ἐνέπεσεν αὐτῇ ἕως “τῆς ἡμέρας ἐκείνης ἐν μέσῳ φυλῶν Ἰσραὴλ κληρονομία.” εἶτα πέντε τινὰς ἐπιλεξάμενοι, προβαδίζειν ἑαυτῶν ἀναπείθουσι, θουσι, καὶ κατερευνῆσαι τὴν γῆν ἢν ἂν δύνοιντο λαβεῖν καὶ οἰκεῖον ποιεῖσθαι κλῆρον. οἱ δὲ ἀφίκοντό φησιν "“ἕως ὄρους “Ἐφραΐμ, ἕως οἴκου Μιχαίου, καὶ ηὐλίσθησαν ἐκεῖ.’’ αὐτῶν ὄντων ἐν τῷ οἴκῳ Μιχαία, καὶ τὸν Λευΐτην ἐπιγινώσκουσιν, ὡς ὁμογενῆ, διά τοι τὸ γλώττῃ χρῆσθαι τῆ κατ’ αὐτούς. Ἑβραίοις γὰρ οὖσιν ὡς Ἑβραῖος ἐλάλει. ἐρόμενοι δὲ τὴν αἰτίαν, καὶ ἀναμαθόντες, ὅπως ἐκ φυλῆς ὄντα Λευΐ κατεμισθοῦτο μὲν ὁ Μιχαίας, ἱερουργὸν δὲ τῶν ἑαυτοῦ κεχειροτόνηκε σεβασμάτων, συναλγῆσαι δέον, ὡς αἰχμαλώτῳ καὶ ἠπατημένῳ μένῳ καὶ ἀλητεύοντι, συγκατώλισθον εὐθὺς εἰς τοὺς τῆς ἀπάτης βρόχους, καὶ ἀγορεύειν αὐτὸν ἠξίουν, ἐπερωτῶντα τὸ εἴδωλον εἰ κατὰ γνώμην αὐτοῖς ἐκβήσεται τὸ ἐγχείρημα, τὸ κατακρατῆσαί φημι τῆς χώρας, ἣν ἀφίκοντο καταθρήσοντες. ὁ δὲ τὸ δοκοῦν λελάληκεν ὡς παρὰ Θεοῦ. κατασκεψάμενοι δὲ τὴν γῆν οἱ ἀπεσταλμένοι, τοῖς πεπομφόσιν ἀπήγελλον, ὡς ἀγαθὴ καὶ πίων, καὶ οὐ σὺν ἱδρῶτι ληπτή. ἐπειδὴ δὲ τῶν τοιούτων ἐπύθοντο λόγων οἱ ἀπὸ φυλῆς τῆς Δὰν, ἑξακόσιοι τὸν ἀριθμὸν, ἐν ὅπλοις ὄντες ἀνέβαινον. ἀφίκοντο δὲ καὶ αὐτοὶ μέχρις οἴκου Μιχαία. “Καὶ ἀπεκρίθησαν, φησὶν, “οἱ πέντε ἄνδρες οἱ πορευθέντες κατασκέψασθαι τὴν γῆν “Λαϊσὰ καὶ εἶπαν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν Ἔγνωτε ὅτι ““ἐστὶν ἐν τῷ οἴκῳ τούτῳ Ἐφοὺδ καὶ Θεραφεὶμ καὶ γλυπτὸν “καὶ χωνευτόν ; καὶ νῦν γνῶτε τί ποιήσετε.’’ τὸ μὲν οὖν Εφοὺδ ἑρμηνεύεται λύτρωτις, Θεραφεὶμ δὲ πάλιν πάλιν ἣ ἰώμενος αὐτούς. αὐτούς. εἴδωλον γὰρ ἦν ὑπόληψιν ἔχον ἐφ’ ἑαυτῷ ψευδῆ, τοῦ θεραπεύειν δύνασθαί τινας. περιπλάττουσι γὰρ Ἑλ ληνῶν παῖδες ἔσθ’ ὅτε ταῖς τοιαύταις δόξαις τὰ χειροποίητα. τοῦτο μεμαθηκότες οἱ ἀπὸ Δὰν, ἀναλαμβάνουσι τὸ γλυπτὸν, ἀναπείθουσι δὲ καὶ τὸν ἐξ αἵματος τοῦ Λευΐ κατακολουθῆσαί σφισιν, ἀποφοιτῶντα Μιχαίου. παραταξάμενοι δὲ καὶ νενι- κηκότες, καὶ ὑπὸ χεῖρα λαβόντες τὴν γῆν, ἀνεδείμαντο πόλιν, ἢν ἐπωνόμασαν Δὰν, τὸ τοῦ προπάτορος ὄνομα καταγρά. Φοντες αὐτῇ. φυλῆς γὰρ ἦσαν καὶ αἵματος τῆς ἀπὸ Δὰν, ὡς ἔφην. ἱδρυσάμενοι δὲ καὶ τὸ εἴδωλον ἐν αὐτῇ, θυσίας προσῆγον, καὶ ὁμοῦ τῆ γῇ καὶ θεὸν ἐκτήσαντο. πρὸς τοῦτο αὐτοῖς ἀβουλίας κατεκομίσθη τὸ φρόνημα.