Ancient Greek · ~9 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 37-4
Not analysed yet
Ταύτῃτοι Θεὸς ἠγανάκτει λοιπὸν, καὶ μάλα εἰκότως, ὡς ὑβρισμένος. εἶτα δέον πάντας τοὺς ἐξ Ἰσραὴλ ἐχθροὺς ἡγεῖσθαι καὶ πολεμιωτάτους τοὺς ἀπὸ Δὰν, καὶ τῆς εἰς Θεὸν δυσσεβείας ἐξαιτῆσαι λόγους, τάχα που καὶ συνηνέχθησαν, θησαν, καὶ ἐπαινεῖν ἠξίουν, ὡς κατ’ οὐδὲν ὅλως ἡμαρτηκότας. κότας. καὶ ποῖα γέγονεν αὐτοῖς τῆς εἰς τοῦτο ῥᾳθυμίας τὰ 2 ὀψώνια, φέρε λέγωμεν ἐφεξῆς. ἀβασιλεύτου μεμενηκότος τοῦ Ἰσραὴλ, ἀνήρ τις Λευΐτης, παροικῶν ἐν μηροῖς ὄρους ΕΦραΐμ, σύνοικον ἐποιήσατό τινα τῶν ἐκ Βηθλέεμ. ἐπειδὴ δὲ τὸ γύναιον ἀπέδρα πρὸς τὸν πατέρα, εἵπετο μὲν ὁ Λευΐτης· ἀναπείθει δὲ αὖθις ὑπονοστῆσαι σὺν αὐτῷ, καὶ οἴκοι γενέσθαι λοιπόν. οὗ δὴ γεγονότος, κατὰ μέσην ἰὼν τὴν ὁδὸν, ὁμοῦ τῷ γυναίῳ κατέλυσεν ἐν Γαβαὰ, ἣ διερμηνεύεται βουνός. ᾤκουν δὲ τὴν Γαβαὰ, ἤτοι τὸν βουνὸν οἱ ἐκ φυλῆς Βενιαμίν. ἐπειδὴ δὲ παρά τινι κατηυλίζετο πρεσβύτη, κατὰ μέσην ἐλθόντες τὴν νύκτα τῶν ἐκ φυλῆς Βενιαμὶν ἄνδρες παρά- νομοι, καθὰ γέγραπται, καταβιάζεσθαι πρὸς ἀσέλγειαν τόν τε Λευΐτην, καὶ αὐτὸν, καὶ ἑτέρους ἤθελον. δυσωπηθέντες δὲ μόλις τῆς ἀτοπίας τὴν ὑπερβολὴν, τὴν τοῦ Λευΐτου συλλαμβάνουσι παλλακίδα, καὶ δὴ καὶ ἀπεκτόνασι, δι’ ὅλης νυκτὸς εἰς τὸ γύναιον ἀσελγαίνοντες. ὁ δὲ διελὼν εἰς μέλη τὸ σῶμα διένειμε τοῖς ἐκ φυλῆς Ἰσραὴλ, καταφανῆ καθιστὰς τῶν ἐκ φυλῆς Βενιαμὶν τήν τε εἰς τοὺς ξένους ἁμαρτίαν, καὶ τὸ ἀχάλινον εἰς ἀσέλγειαν· καὶ ὅτι τὰ Σοδομιτῶν μεμίμηνται πλημμελήματα. ἐντεῦθεν ἀγανακτήσας συναγήγερται πᾶς Ἰσραὴλ, καὶ κατεστρατεύοντο τῆς φυλῆς Βενιαμὶν ἐν Γαβαὰ, τουτέστιν, ἐν τῶ βουνῷ· οὕτω τε αὐτὴν ἀνῃρήκασι, καίτοι πολυανδροῦσαν λίαν, ὡς ὀλίγους κομιδῆ περισωθέντας, μόλις ἀναφυγεῖν εἰς τὴν ἔρημον. διολώλασι δὲ καὶ ἐκ παντὸς Ἰσραὴλ τῶν μαχίμων οὐκ εὐαρίθμητοι. ἀλλ’ οὐκ ἂν ἠφίει Θεὸς ἀλλήλοις συμπλέκεσθαι τοὺς ἐξ Ἰσραὴλ, εἰ μὴ τὸ ἐξ οἴκου Μιχαία γλυπτὸν οἱ μὲν ἀπὸ Δὰν τετιμήκασι, κατηρέμησαν μησαν δὲ παραλόγως οἱ ἐκ τῶν ἑτέρων φυλῶν. τοιοῦτόν τι γέγονε καὶ ἐπὶ ταῖς δαμάλεσι ταῖς χρυσαῖς λελυπημένου Θεοῦ. συνεπλάκησαν γὰρ ἀλλήλαις αἵ τε τοῦ Ἰούδα φυλαὶ δύο, καὶ αἱ δέκα τοῦ Ἐφραΐμ· καὶ ὡς ἐν ταῖς ἡμέραις τοῦ μυρίοι μὲν ὅσοι πεπτώκασι, συνωλοθρεύοντο δὲ τοῖς νικῶσιν οἱ ἡττημένοι, θείας εἰς τοῦτο καλούσης ὀργῆς. πέπρακται δὲ ταῦτα Ἀμεσίου μὲν βασιλεύοντος ἐπὶ τὸν Ἰούδαν, τοῦ γεμὴν Ἰωὰς ἐπὶ τὸν Ἰσραὴλ, ὃς εἷλεν οὕτω τὰ Ἱεροσόδὴ λύμα, ὡς καὶ καθελεῖν τοῦ τείχους μέρος εἰς πήχεις τετρακοσιας.