Ancient Greek
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 37
Not analysed yet
Ὅταν αὐτῆς εἰς νοῦν καὶ καρδάαν λαλήσω, φηςὶ, καὶ δώσω τὴν κοιλάδα Ἀχὼρ διανοῖξαι σύνεσιν αὐτῆς, ἐκεῖ, τουτέστι τὸ τηνικάδε, ταπεινωθήσεται, καὶ οὐκ ἐπίτι τῶν ἀνιᾶν εἰωθότων καθεεμένη τε καὶ ὑφιζάνουσα, τρόπον δὲ μᾶλλον ἀφεῖσα λοιπὸν τὸν ἀπειθῆ καὶ δυςάγωγον, καὶ τοῖς τῆς ὑπεροψίας ἐγκλήμασιν ἐνεχόμενον· ἀλαζὼν γὰρ ὁ ἀπει- θὴς, καὶ οἱονεί πως ἀνάντης καὶ ἐξήνιος, καὶ παρ’ οὐκὲν ἡηεῖσθαι μεμελετηκὼς τὴν εἴς γε τὸ χρῆναι πληροῦν τὸν νόμον αἰδῶ· ταπεινὸς δὲ λίαν, καὶ οἱονενίπως εὐπρόσιτος ὁ πρὸς εὐπείθειαν εὕκολος, καὶ Θεῷ λίαν ἠγαπημένος. καὶ γοῦν ἔφη που δἰ ἑνὸς τῶν ἁγίων προφητῶν “Καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλ᾿ ἢ ἐπὶ “τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;” 5 ὅταν οὖν λαλήσω, φησὶν, ἐπὶ τὴν καρδίαν αὐτῆς, τότε δὴ τότε καὶ αὐτὴ ταπεινωθήσεται, καθὰ καὶ ἐν ἀρχαῖς, ὅτε καλοῦντος Μωυσέως, καὶ τῆς Αἰγυπτίων ἀπαίρειν προστεταχότος τοῦ φιλικτίρμονος Θεοῦ, προθυμότατα μὲν τοῦτο δρᾶν ἐσπούδαζον, καὶ τῆς τῶν πλεονεκτούντων ἀπέτρεχον 10 γῆς· ὁρίζοντος δὲ τοὺς νόμους ἐν Χωρὴβ, συναγηγερμένοι μετὰ Μωυσέως ἐπὶ τὸ ὄρος τὸ Σινὰ, κατεπηγγέλλοντο λέγοντες “Πάντα ὅσα εἶπεν ἡμῖν Κύριος ὁ Θεὸς, ποιήσομεν “καὶ ἀκουσόμεθα.” οὐκοῦν ἔσται ταπεινὴ καὶ εὐήνιος, καθὰ καὶ ἐν ἀρχαῖς ὅσα τὴν διὰ νόμου πρὸς θεογνωσίαν λαβοῦσα 15 γέννησιν, ἀσμένως ἐδέχετο τὸ τῷ θεῷ δοκοῦ. νηπιότητος τοίνυν ἡμέρας, τὴν διιὰ νόμου φησὶν ἀναγέννησιν εἰς θεογνωσίαν· τοιγάρτοι καὶ ἔφασκεν “Υἱὸς πρωτότοκός μου “Ἰσραήλ.”