Ancient Greek · ~4 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 37-12
Not analysed yet
Tοῖς ἐθέλουσιν εὐδοκιμεῖν οὐκ ἀκερδὴς ὁ πόνος, οὐδ’ ἃν νοοῖτο τὸ θλίβεσθαι φορτικόν. καὶ μαρτυρήσει λέγων ὁ μακάριος Δαυείδ “Ἐν θλίψει ἐπεκαλεσάμην τὸν Κύριον·” ἕτερος δὲ αὖ τῶν ἁγίων προφητῶν “Κύριε ἐν θλίψει ἐμνη- “σθημέν σου. ἐδόκει δὲ σφόδρα καὶ τῷ θεσπεσίῳ Παύηῳ ἀποδέχεσθαι καὶ ἐπαινεῖν τὴν θλῖψιν, τὴν ἐπ’ ἀρετῇ δηλονότι συμβαίνουσαν. ἔφη γάρ “Οτι ἡ θλίψις ὑπομονὴν κατερ- “γάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ “ἐλπὶς οὐ καταισχύνει.’’ ἐκλειπούσης δὴ οὖν τῆς τοῦ Προφήτου ψυχῆς, τουτέστι τὸν εἰς κίνδυνόν τε καὶ τὸν ἐπ’ ἐσχάτοις ὑπομενούσης πόνον, πάλιν τι τῶν ὠνησιφόρων ἐπράττετο. οὐ γὰρ, κατά τινας, εὐθὺς ἀπολισθήσας εἰς ἀκηδίαν τῶν θείων κριμάτων ἐποιεῖτο κατάρρησιν, ἀλλ’ ἐμνήσθη τοῦ σώζοντος. βεβόηκε γὰρ πρὸς αὐτὸν, δεδίψηκε τὴν ἐπικουρίαν, οὐκ ἀγνοήσας τὴν ἡμερότητα καὶ τὴν τῆς ἰσχύος ὑπεροχὴν, τὰς πρὸς αὐτὸν ἐποιεῖτο λιτὰς, ῥυσθῆναι παρακαλῶν ἐκ θανάτου καὶ φθορᾶς τὴν ἑαυτοῦ ζωήν. μέγα δὴ οὖν καὶ ἀξιάγαστον τὸ ἐν πόνοις μὴ ἀκηδιᾶν, ἱκετείαις δὲ μᾶλλον καὶ λιταῖς ἐκμειλίσσεσθαι τὸν Δεσπότην, καὶ παρ’ αὐτοῦ ζητεῖν τοῦ κακοῦ τὴν ἀνάβλησιν καὶ τῆς συμφορᾶς τὴν λύσιν.