Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 37-2
Not analysed yet
Σοφῶς τις ἠμᾶς τῶν ἁγίων ἐπὶ τὴν τοῦ συμφέροντος θήραν ἀποκομίζει λέγων “Υίὲ, μὴ ζηλούτω ἡ καρδία σου “ἀμαρτωλοὺς, ἀλλ᾿ ἐν φόβῶ Κυρίου ἴσθι ὄλην τὴν ἡμέραν.” Οὺς γὰρ ἄν τις καταψέξειε, πῶς ἂν ἕλοιτο ζηλοῦν; Τοιοῦτόν Τι τῷ Ἰούδᾳ φηςὶν ὁ τῶν ὅλων Θεός· Μὴ γάρ σοι γινέσθω Πρόφασις εἰς ἀπόστασιν τὸ παρριστρῆσαι τὸν Ἰσραὴλ, καὶ Οἰονεὶς τῆς ἀγέλης ἀποδραμεῖν ἐν ἴσῳ δαμάλεσιν, αἷς εἴπερ Οἶστρος ἐνιζήσειεν, ἤτοι βούτυπος· ειδος δὲ τοῦτο ἐμπίδος Δακνούσης οὐ φορητῶς· ἀποφέρει τῆς ἀγέλης, καὶ ὀξεῖ Φέρεσθαι δρόμῳ παρακευάζει λοιπὸν, ὅποιπερ ἂν τύζοι. ὴ οὐχὶ τοῦτο πεπονθότα τὸν Ἰσραὴλ εὑρήσομεν; ἀπεφοίτησε Μὲν γὰρ τῶν Ἱεροσολύμων, καὶ τὸν ἑαυτῆς αἰπόλον ἀφεῖσα, τουτέστι Θεὸν, δεινὴν καὶ ἐπάρατον ἐποιήσατο τὴν ἀπόστασιν.