Ancient Greek · ~3 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 38-10
Not analysed yet
Εὑρήσομεν δὲ καὶ ἐν καιρῷ τῆς ἐπιδημίας τοὺς τῶν Ἰουδαίων καθηγητὰς τῶν τοῦ Σωτῆρος ἡμῶν οὐ πεφρον- τικότας λόγων. τοιγάρτοι καὶ ἤκουον "Οὐαὶ ὑμῖν γραμ- “ματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι ἤρατε τὴν κλεῖδα τῆς ιι γνώσεως, οὔτε ὑμεῖς εἰσέρχεσθε, οὔτε τοὺς εἰσερχομένους “ἀφίετε εἰσελθεῖν·’’ καὶ πάλιν "Οὐαὶ ὑμῖν γραμματεῖς “καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν “καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον· καὶ ὅταν γένηται, “ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.” τοιγάρτοι δικαίως οὐκ ἐλογίσθησαν μὲν εἰς τέκνα, τῆς δὲ τῶν πατέρων εὐγενείας ὠλισθηκότες, κατεγράφοντο μὲν ὥσπερ ἐν τοῖς Αἰθιόπων υἱοῖς· δεδαπάνηνται δὲ καὶ ὑπὸ ῥομφαίας, καὶ τῆς ἑαυτῶν δυσβουλίας ἰσοστάθμους τῷ κρίνοντι ἐκτετίκασι δίκας.