Ancient Greek · ~10 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 39-10
Not analysed yet
Tοῖς ἀναλγήτως ἔχουσι περὶ τὰ ἐξ ὀργῆς συμβαίνοντα, καὶ πολὺ λίαν ὑπτιουμένοις, ἀναπίπτουσι δὲ καὶ οὕτω πρὸς τὸ ῥᾴθυμον ἔτι, ὥστε τὸ χρῆναι μετανοεῖν οὐδὲ εἰς νοῦν ἔχειν ἀξιοῦν, ἀρκέσειεν ἂν οὐδεὶς τοῦ πλήττεσθαι τρόπος, πλείους δὲ μᾶλλον καὶ ἀλλήλων χείρους καὶ πρὸς τὸ ἔτι μειζόνως καταλυποῦν ἔχοντες τὴν ἐπίδοσιν. οὐκοῦν ἐπειδήπερ τοῖς ἐξ Ἰσραὴλ μικρὸν ἦν τάχα πὼς πρὸς ἐπανόρθωσιν, τὸ ἐν ἐνδείαις ἄρτου παιδεύεσθαι καὶ ποτοῦ, ἐπενήνεκται τὸ παθεῖν καὶ τὰ ἔτι τοῦδε φορτικώτερα, ἡ αὐτῶν ἀσθένεια τῶν σωμάτων, ἡ ὡς ἐν πυρετῷ καὶ ἰκτέρῳ συμβαίνουσα. τοῦτο καὶ διὰ φωνῆς πάλιν τῆς Ἱερεμίου εἰρημένον εὑρήσομεν. ἔφη γὰρ ὅτι “Τάδε λέγει Κύριος “Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθένειαν, καὶ “ἀσθενήσουσιν ἐν αὐτῇ πάτερες καὶ υἱοὶ ἅμα, γείτων καὶ “ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.” ἐπειδὴ δὲ ἦσαν καὶ αἰσχρῶν λημμάτων ἡττώμενοι, καὶ πολὺ δὴ λίαν βλέποντες εἰς φιλοκερδείας, ταύτῃτοι πληθύνοντες κήπους τε καὶ ἀμπελῶνας, συκῶνάς τε καὶ ἐλαιῶνας, ἥψατο καὶ τῶνδε Θεὸς, δι’ ὧν ἦν εἰκος οὐ μετρίως κατηλγηκότας εἰς νοῦν ἐπανήκειν τὸν σώφρονα, καὶ ἀνθελέσθαι τοῦ χείρονος τὸ συμφέρον, ἐπισωρεύων αὐτοῖς ἵνα πανταχόθεν πληττόμενοι σώζοιντο. μικροῦ δὲ ὄντος καὶ τούτου, προσεπενήνεκται καὶ τὸ μεῖζον. ὅτε γὰρ, φησὶ, τὴν ἐμὴν ἀτιμάζοντες χεῖρα, μόνον δὲ οὐχὶ Θεοῦ τοῦ πάντα ἰσχύοντος τὸ ἄναλκι καθορίζοντες, τὴν ὁδὸν πεποιῆσθε τὴν πρὸς Αἰγυπτίους, “ἵππων σάρκας” τῆς παρ’ ἐμοῦ φροντίδος ἀνθῃρημένοι, καὶ “Αἰγύπτιον ἄνθρωπον’ προτετιμηκότες, τότε δὴ τότε δεδαπάνηται, φησὶν, ὑπὸ τῆς Βαβυλωνίων ῥομφαίας τὸ μαχιμώτατον ὑμῶν γένος. καὶ ἅπας ὑμῶν ἱππότης αιχμαλωτος ἢν, ἀπονευροῦντος Θεοῦ καὶ τοὺς εἰδότας εὐδοκιμεῖν, καὶ οὐκ ἀμελέτητον ἔχοντας τὸ νικᾶν ἐν μάχαις. συνήσεις δὲ καὶ ἑτέρως τὸ Ἀπέστειλα εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου. Ἰωσίου βασιλεύοντος ἐπὶ τὸν Ἰούδαν, κατεστράτευσε τῆς Βαβυλῶνος Φαραὼ Νεχαὼ τῆς Αἰγυπτίων ὁ τύραννος. ὡς δὲ ἦν ἀνάγκη διὰ τῆς Ιουδαίων αὐτὸν παρέρχεσθαι γῆς, οἰηθεὶς ὁ Ἰωσίας σκῆψιν μὲν εἶναι τὴν ἐπὶ Βαβυλῶνα ὁδὸν, ὡπλίσθαι δὲ κατ’ αὐτοῦ τὸν Αἰγύπτιον, ἀντεξάγει παραλόγως. ἐκεῖ πέπτωκεν ὁ Ἰσραήλ. οὐκοῦν ἐξαπέστειλά φησιν εἰς ὑμᾶς θάνατον ἐν ὁδῷ Αἰγύπτου, τουτέστιν ὡς ἐν παρόδῳ τῶν Αἰγυπτίων, τότε καὶ ἀνήγαγον ἐν πυρὶ τοῖς παρεμβολὰς ὑμῶν, ἀντὶ τοῦ, ἐκ βάθρων ἀνέσκαψα τὰς τετειχισμένας ὑμῶν καὶ εὐπυργοτάτας πόλεις. ἔφη δὲ τοῦτο καὶ ἐν ἀρχαῖς “καὶ “ἐπορεύθη Ἐφραΐμ πρὸς Ἀσσυρίους, καὶ Ἰούδας ἐπλήθυνε “πόλεις τετειχισμένας· καὶ ἐξαποστελῶ πῦρ εἰς τὰς πόλεις “αὐτοῦ, καὶ καταφάγεται θεμέλια αὐτῶν.” οὐκοῦν ἐξ αὐ- τῶν, φησὶ, κατέσεισα βάθρων τὰς ὀχυρωτάτας ὑμῶν παρεμβολὰς, καὶ οὐδ’ ὣς ἐπεστρέψατε πρὸς μὲ λέγει Κύριος.