Ancient Greek · ~14 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 4.1-2
Not analysed yet
Γέγραπται τοίνυν ἐν τῷ Δευτερονομίῳ “Δι’ ἑπτὰ ἐτῶν “ποιήσεις ἄφεσιν, καὶ οὕτως τὸ πρόσταγμα τῆς ἀφέσεως· “ἀφήσεις πᾶν χρέος ἴδιον ὃ ὀφείλει σοι ὁ πλησίον, καὶ “τὸν ἀδελφόν σου οὐκ ἀπαιτήσεις, ὅτι ἐπικέκληται ἄφεσις “κυρίῳ τῷ Θεῷ σου. τὸν ἀλλότριον ἀπαιτήσεις ὅσα ἐάν “σοι παρ’ αὐτῷ ἦ· τῷ ἀδελφῷ σου ἄφεσιν ποιήσεις τοῦ “χρέους σου.’’ καὶ μεθ’ ἕτερα πάλιν “Ἐὰν δὲ γένηται ἐν “σοὶ ἐνδεὴς ἐκ τῶν ἀδελφῶν σου ἐν μιᾷ τῶν πόλεων σου ἐν “τῇ γῇ ἢν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐκ ἀποστρέψεις “τὴν καρδίαν σου, οὐδ’ οὐ μὴ συσφίγξῃς τὴν χεῖρά σου “ἀπὸ τοῦ ἀδελφοῦ σου τοῦ ἐπιδεομένου· ἀνοίγων ἀνοίξεις “τὰς χεῖράς σου αὐτῷ, δάνειον δανειεῖς αὐτῷ ὅσα ἂν ἐπιδέηται “καὶ καθ’ ὅσον ὑστερεῖται.” προσπαρεγγυᾷ δὲ λέγων “Πρό- “σεχε σεαυτῷ μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ σου “ἀνόμημα, λέγων Ἐγγίζει τὸ ἔτος τὸ ἕβδομον, ἔτος τῆς “ἀφέσεως, καὶ πονηρεύσεται ὁ ὀφθαλμός σου τῷ ἀδελφῷ “σου τῷ ἐπιδεομένῳ, καὶ οὐ δῷς αὐτῷ, καὶ βοήσεται “κατὰ σοῦ πρὸς κύριον, καὶ ἔσται σοι ἁμαρτία μεγάλη. τοῦ νόμου τοίνυν χρεῶν ἀποκοπὰς ποιεῖσθαι προστεταχότος, οἱονεὶ σαββατιζόντων ἐτῶν· ἐν ἑβδόμῳ γὰρ ἔτει πληροῦσθαι προστέταχεν· εἶτα προυπομιμνήσκοντος μὴ δεῖν πονηρεύεσθαι, διακιχρᾶν δὲ μᾶλλον τοῖς δεομένοις, κἂν εἰ μὴ φαίνοιτο μακρὰν τὸ τῆς ἀφέσεως ἔτος, οἱ πολλοὺς καὶ ἀμφιλαφεῖς ἔχοντες θησαυροὺς, τὴν χεῖρα συστέλλοντες, τὰ τῶν ἐτῶν σάββατα περιμένειν ἐσπούδαζον ἐπὶ θύραις ὄντα λοιπὸν, εἶθ’ οὕτως ἐδάνειζον, ἵνα μὴ τοῖς τῆς ἀφέσεως χρόνοις ὑπενεχθείη τὸ ὀφείλημα. οὗτοί φασι Πότε διελεύσεται τὰ σάββατα; δῆλον δὲ ὅτι τὰ ἐξ ἐτῶν· καὶ ἀνοίξομεν θησαυρούς. καὶ οὐ μέχρι τούτου τὸ δυσσέβημα, ἀλλὰ γὰρ καὶ ταῖς τῶν ἀθλίως πεπραχότων πτωχείαις ἀφιλαλλήλως ἐπιθρώσκοντες, μικροῖς μὲν ἐποιοῦντο μέτροις τὴν δόσιν, ἀντεκομίζοντο δὲ σταθμίοις οὐκ ἴσοις, ἀλλὰ τοῖς ἔτι μείζοσι, καὶ πολὺ τῶν πρώτων διαβριθεστέροις, καίτοι Θεοῦ λέγοντος διὰ τοῦ πανσόφου Μωυσέως τό “Οὐκ ἔσται ἐν τῶ μαρσίπῳ σου “στάθμιον καὶ στάθμιον μέγα καὶ μικρόν· οὐκ ἔσται ἐν τῇ “οἰκίᾳ σου μέτρον καὶ μέτρον μέγα καὶ μικρόν. στάθμιον “ἀληθινὸν καὶ δίκαιον ἔσται σοι καὶ μέτρον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι· ἵνα πολυήμερος γένη ἐπὶ τῆς γῆς ἧς “κύριος ὁ Θεός σου δίδωσί σοι ἐν κλήρῳ, ὅτι βδέλυγμα “Κυρίῳ τῷ Θεῷ σου πᾶς ποιῶν τοῦτο, πᾶς ποιῶν ἄδικον.” ἀλλ’ οὐδεὶς ἐκείνοις τῆς δικαιοσύνης ὁ λόγος· εἰς μόνην δὲ βλέποντες τὴν φιλοκέρδειαν, ἐξέτριβον πένητας, μονονουχὶ κατακτώμενοι τοὺς ἀθλίους, καὶ ἐν ὑποδημάτων ποιούμενοι τάξει· “Νομαὶ γὰρ πλουσίων πτωχοὶ,” κατὰ τὸ γεγραμ- μένον. ἀλλ’ ὀνίνησιν ἡμᾶς οὐ μετρίως ὁ Παροιμιαστὴς λέγων “Καρδία δὲ ἀνδρὸς λογιζέσθω δίκαια, ἵνα ὑπὸ τοῦ Θεοῦ “κατευθύνηται τὰ διαβήματα αὐτοῦ. ἐνώπιον γάρ εἰσι τῶν “τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρὸς, εἰς δὲ πάσας τὰς τρο- “χιὰς αὐτοῦ σκοπεύει.” ὡς οὖν ἐφορῶντος τοῦ Θεοῦ, καὶ τῶν καθ’ ἡμᾶς ἕκαστα περιαθροῦντος ἰσχνῶς, ὀρθὰς ποιεῖσθαι τὰς τροχίας ἀναγκαῖον τοῖς γε ἀληθῶς ἀγαθοῖς καὶ ἐχέφροσι, καὶ οὐδὲν ἡγεῖσθαι τὸ ἰσορροποῦν τῆς τε εἰς Θεὸν καὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης. καὶ ἡ μὲν εἰς Θεὸν ἀγάπη τὸ γνήσιον εἰς πίστιν, καὶ τὸ ἀπαράφθορον ἔχει· ἡ δέ γε εἰς ἀδελφοὺς τῆς δικαιοσύνης ἀνῆπται τὰ αὐχήματα. καὶ γάρ ἐστιν ἀληθὲς ὅτι “Ἡ ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται.” χρῆναι δέ φημι τοὺς εὐδοκιμεῖν ᾑρημένους, καὶ ἐννομωτάτην ἔχοντας ζωὴν, ἐνδύσασθαι μὲν “σπλάγχνα οἰκτιρμῶν, κατευμεγεθεῖν δὲ σφόδρα τῆς ἐπαράτου φιλοκερδείας, καὶ κοινὰ τοῖς δεομένοις προθεῖναι τὰ ὄντα. τηρήσας γὰρ οὕτως τῆς ἀγάπης τὸν νόμον, λαμπρός τε ἔσται καὶ ἀξιοζήλωτος παρά τε Θεῷ καὶ ἀνθρώποις. γέγραπται γὰρ ὅτι “Ἐσκόρπισεν, “ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν “αἰῶνα τοῦ αἰῶνος.”