Ancient Greek · ~8 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 3-14
Not analysed yet
Ορα τοίνυν τοῦ παντὸς λόγου τὴν οἰκονομίαν. προαιτιασάμενος γὰρ ἐπ’ ἀθεότητι τὸν Ἐφραΐμ, ἤτοι τὸν Ἰσραὴλ, καὶ προσκυνητὴν δαμάλεων ἀποφήνας, καὶ τὴν εἰς τὸν ἕνα καὶ φύσει Θεὸν ἀγάπην οὐκ ἔχοντα, διάτοι τὸ προσκεῖσθαι φιλεῖν τοῖς ἔργοις τῶν ἰδίων χειρῶν, ἀνόσιον ὄντως προσαποδείκνυσι καὶ εἰς αὐτοὺς ἀδελφοὺς, καὶ τῆς εἰς τὸν πλησίον ἀγάπης ὁλοτρόπως ἠφειδηκότα. ποιεῖται δὲ γενικῶς, καὶ μάλα σαφῶς, τὸν ἔλεγχον, καὶ ὡς ἐν βραχέσι μὲν ἔτι, πλὴν ἀπαριθμεῖται τὰ ἐγκλήματα. ταύτῃτοί φησιν Ἀκούσατε ταυτα οἱ εκτριβοντες εἰς τὸ πρωὶ πενητα καὶ καταδυναστευοντες πτωχοὺς ἀπὸ τῆς γῆς. ὅμοιον ὡς εἰ λέγοι Πρὸς ὑμᾶς ὁ λόγος, οἷς ἐσπούδασται λίαν τὸ οἱονείπως καὶ ἀπαλείφειν τῆς γῆς τὸν ἀσθενῆ καὶ πένητα καὶ καταδυναστεύειν εἰς τὸ πρώι. οἱ μὲν γὰρ τῆς κατὰ Θεὸν ἐπιεικείας ἐρασταὶ, διαυγαζούσης αὐτοῖς τῆς ἡμέρας ἀναθέρουσι τῷ Θεῷ τὰ χαριστήρια, προσκυνοῦσι, προσεύχονται, καὶ πρὸς πᾶν ὁτιοῦν τῶν ἐπαιδὲ νουμένων παρατρέπουσι τὰς σπουδάς· οἱ δὲ εἰς μόνον ὁρῶντες τὸ καταδυναστεύειν τινὰς, καὶ τοῦ χρῆναι πλεονεκτεῖν οὐδὲν εἶναι νομίζοντες τὸ ἰσοστατοῦν, ἔργον ποιοῦνται περισπούδαστον τὸ εὐθὺς ἀρχομένης ἠοῦς εὐνῆς ἀναθρώσκειν, καὶ πρὸς τὴν αὐτοῖς συνήθη βαδίζειν φαυλότητα, καὶ οὓς ἃν δύναιντο πλεονεκτεῖν, μόνον δὲ οὐχὶ καὶ ὑπερχομένην ὅλως αὐτοῖς τὴν νύκτα καὶ μέλλουσαν αἰτιώμενοι, ὅτι μὴ δίδωσι καιρὸν αὐτοῖς τὸν ἀποχρώντως ἔχοντα πρὸς πλεονεξίαν. οὗτοί φασι Πότε διελεύσεται ὁ μὴν καὶ ἀπεμπολήσομεν; δεδανεικότων δὲ αὕτη καὶ ἐκβραχυπλούτων εὐχὴ, αἰσχρῶν καὶ ῥυποκονδύλων, οἳ τὸ τοῦ μηνὸς ἀεὶ διψῶσι πέρας, ἵνα καὶ σμικρὸν ἐπὶ σμικρῷ συλλέγοντες, ἁδροτέρας ποιοῖντο τὰς ἑαυτῶν ἐμπολὰς, καὶ τόκους ἐπὶ τόκοις ἀνοσίως ἐρανιζόμενοι καταθλίβουσι τοὺς ἀσθενεστέρους, καίτοι τοῦ νόμου λέγοντος ἐναργῶς “Ἐὰν δὲ ἀργύριον ἐκδανείσῃς τῷ “πλησίον, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐκ ἐπιθήσεις αὐτῷ “τόκον. ἀλλ’ οἱ μέν φασι Πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν; οἱ δὲ ταῖς ἴσαις, ἢ καὶ ἔτι χείροσιν ἀῤῥωστίαις ἐνισχημένοι, καὶ λημμάτων αἰσχρῶν ἡττώμενοι, φασὶ πάλιν Πότε διελεύσεται τὰ σάββατα κ καὶ ἀνοίξομεν θησαυροὺς, τᾶι ποιησαι μικρὸν μετρον καὶ τοῦ μεγαλῦναι στάθμια καὶ ποιησαι ζυγὸν ἄδικον; καὶ τί δὴ τοῦτό ἐστιν, ἢ ποίων σαββάτων ζητοῦσι πάροδον ἵνα καὶ ἀνοίξειαν θησαυροὺς καὶ μικρὸν ποιήσειαν μετρον, μεγαλύνωσι τε τὰ στάθμια, εἰπεῖν ἀναγκαῖον.