Ancient Greek · ~5 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 40-11
Not analysed yet
Ὀμώμοκε τοίνυν καθ᾿ ἑαυτοῦ, φησὶν, ὁ τῶν ὅλων Κύριος. καθ᾿ ἑαυτοῦ δὲ, ὅτι “κατ’ οὐδενὸς εἶχε μείζονος ὀμόσαι.” τί δὲ τὸ ὀμωμοσμένον; ὅτι βδελύσσομαι πᾶσαν τὴν ὕβριν Ἰακὼβ, ἤτοι τὴν ὑπεροψίαν τοῦ Ἰακὼβ, καὶ ἁπάσας δὲ αὐτοῦ μεμίσηκα τὰς χώρας. οὐ γὰρ ἦν ἐν αὐταῖς ὁ τῶν θείων θελημάτων ἐκπληρωτής· οὐκ ἢν ὁ τὸ σέβας ἀνάπτων αὐτῷ, καὶ τοῖς εἰς δικαιοσύνην αὐχήμασι διαπρέπων. οὐ γὰρ ἃν ἀπεστράφη Θεὸς, εἴπερ τινὲς ἦσαν, κἂν γοῦν εὐαρίθμητοι, παρ’ αὐτοῖς, οἷς ἦν ἐν λόγῳ τὸ ἁνδάνειν αὐτῷ. καὶ γοῦν ἔφη ἔφη διὰ φωνῆς Ἱερεμίου “Περιδράμετε ἐν ταῖς ὁδοῖς “Ἱερουσαλὴμ, καὶ ἴδετε καὶ ζητήσατε ἐν ταῖς πλατείαις “αὐτῆς, ἐὰν εὕρητε ἄνδρα, εἰ ἔστι ποιῶν κρῖμα καὶ ἀγαπῶν “πίστιν, καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος. ἐπειδὴ δὲ τοῦ Ἰακὼβ αἱ χῶραι γεγόνασιν ἐν ἐνδείᾳ παντὸς ἀγαθοῦ καὶ θεοφιλοῦς ἀνδρὸς, ταύτῃτοι δέδονται πρὸς ἐρήμωσιν, καὶ ὁμοῦ τοῖς ἐνοικοῦσιν ἀπολώλασιν αἱ πόλεις. πολλὴ τοιγαροῦν τῶν ἁγίων ἡ χρεία· σώζουσι γὰρ πόλεις, καὶ ἀπαλλάττουσι χώρας συμφορᾶς ἐπηρτημένης, τῆ τοῦ βίου φαιδρότητι παρεγκόπτοντες ἐπὶ τὸ ῥᾴθυμον καίτοι ζέοντα τὸν θυμὸν, καὶ οἷον ἀνασειράζοντες ἐπιτρέχοντά τισι τὰ ἐκ θείας ὀργῆς κινήματα.