Ancient Greek · ~2 min
40 to 41
Cyrillus Theol., In XII Prophetas 40-14-41
Not analysed yet
Επιφωνήσειε δ᾿ ἄν τις καὶ τοῦτο εἰκότως οὐχὶ μόνοις τοῖς ἀρχαιοτέροις τῶν Ἰουδαίων δήμοις, ἀλλὰ γὰρ καὶ τοῖς ἐν καιρῷ γεγονόσι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίας, ὅτε καὶ σταυρῷ παραδόντες αὐτὸν δειναῖς καὶ ἀφύκτοις περιπεπτώκασι συμφοραῖς· διεσπάρησαν δὲ καὶ εἰς πάντα ἄνεμον, οἱονείπως ἑτέρῳ τρόπῳ τοὺς τῆς αἰχμαλωσίας ὑπομένοντες πόνους. Ἐγένοντο λογιζόμενοι κόπους καὶ ἐργαζόμενοι κακὰ ἑ ταἳς κοίταις αὐτῶι, καὶ ἅμα τῇ ἡμέρᾳ συνετέλουν αὐτὰ, διότι οὐκ ἦραν πρὸς τὸν Θεὸν τὰς χεῖρας αὐτῶ· καὶ ἐπεθύμουν ἀγροὺς, καὶ διήρπαζον ὀρφανοὺς, καὶ οἴκους κατεδυνάστεουν, καὶ διήρπαζον ἄνδρα καὶ τὸν οἶκον αὐτοῦ, ἄνδρα καὶ τὴν κληρονομίαν αὐτοῦ.