Ancient Greek · ~6 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 41-11
Not analysed yet
Ὁ μὲν οὖν τῆς ἱστορίας ἐν τούτοις λόγος· ὁ δὲ ἐσωτέρω καὶ ἀληθέστερος εἴη ἃν ἐν Χριστῷ. ἐπειδὴ γὰρ ἐκ νεκρῶν ἀνεβίω, τὴν εἰς θάνατον αὐτοῦ πεσοῦσαν σκηνὴν, τουτέστι τὴν ἀπὸ γῆς σάρκα, ἐγείραντος τοῦ Θεοῦ καὶ Πατρὸς, τότε δὴ τότε πάντα τὰ ἀνθρώπινα πρὸς τὸ ἀρχαῖον ἀνέστη σχῆμα, καὶ πάντα ἡμῶν τὰ κατερριμμένα πρὸς νέαν ὄψιν ἐνήνεκται. “Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις,’ κατὰ τὰς γραφάς· συνεγηγέρμεθα γὰρ αὐτῷ. καὶ κατέσκαψε μὲν ὁ θάνατος τὰς ἁπάντων σκηνὰς, ἀνῳκοδόμησε δὲ ὁ Θεὸς καὶ Πατὴρ ἐν Χριστῷ· καὶ τοῦτο ἡμῖν οὐκ εἰς χρόνον ὑπάρξει μεμετρημένον, ἀλλ’ εἰς ἡμερας αἰῶνος· ἀναπόβλητον γὰρ ἐν ἡμῖν τὸ τῆς ἀφθαρσίας ἀγαθὸν, καὶ οὐκ ἔτι κρατήσει θάνατος τῶν ἐν Χριστῷ σεσωσμένων. τότε δὴ τότε καὶ οἱ κατάλοιποι τῶν ἀνθρώπων μετὰ τοὺς πεπιστευκότας ἐξ Ἰσραὴλ τὸν φύσει τε καὶ ἀληθῶς ἐγνώκασι Θεὸν, τῆς ἀρχαίας ἐκείνης καὶ βεβήλου πλάνης ἀποφοιτήσαντες. οὐ γὰρ ἦν διαψεύσασθαι λέγοντα τὸν Χριστόν “Ἐὰν μὴ ὁ κόκκος “του σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· “ἔαν δὲ ἀποθάνῃ, καρπὸν πλείονα φέρει. καὶ πάλιν “Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. κατ’ ἐκείνην δὴ οὖν τὴν ἡμέραν, καθ’ ἢν ἀνεγερῶ τὴν κατε- σκαμμένην καὶ πεσοῦσαν σκηνὴν τοῦ Δαυεὶδ, κληθήσονται πάντα τοὶ ἔθνη, καὶ ἐπ’ αὐτοῖς ἔσται τὸ ἐμὸν ὄνομα. καὶ ὅτι πάντη τε καὶ πάντως εἰς πέρας ἐκβήσεται τὰ προηγγελμένα, πεπληροφόρηκε προσθείς Λέγε Κύριος ὁ Θεὸς ὁ ποιῶν ταυτα. εἰ γάρ ἐστι κύριος ὁ Θεὸς ἀληθῶς, πάντη τε καὶ πάντως ποιήσει καὶ ταῦτα, πρὸς οὐδὲν ἀσθενῶν. ποιεῖ γὰρ “Μεγάλα “καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν “ἀριθμός.”