Ancient Greek
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΕΚΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 41-5
Not analysed yet
Ἐκύκλωσε μὲν ἐν ψεύδει με καὶ ἀσεβείᾳ, φησὶν, οἶκος Ἐφραΐμ καὶ Ἰούδα· πλὴν καὶ οὕτως ἔσομαι χρηστὸς, σύμμετρον αὐτοῖς ἐπάγων τὴν κίνησιν. ἔγνων γὰρ αυτους, ὡς οὐκ ἂν ἑτέρως δύναιντο τὰ ἀμείνω μεταμαθεῖν, εἰ μή τι καὶ πάθοιεν τῶν ὅσα καταλυπεῖ καὶ καλεῖ πρὸς αἴσθησιν τῶν ἡμαρτημένων. ἔγνω τοίνυν αὐτοὺς ὁ Θεὸς, τουτέστιν, οὐκ ἠγνόηκε τῆς ὠφελούσης αὐτοὺς ἐπιστρεφείας τὴν ὁδόν. καὶ οὐκ ἀνόνητον ἔσται τὸ χρῆμα αὐτοῖς. ἐκβήσεται γὰρ ἐντεῦθεν τὸ καὶ ἐν λαοῖς ἀγίοις κατατάττεσθαι Θεοῦ. ἐκτακείσης γὰρ ἅπαξ τῆς ἐνούσης αὐτοῖς φαυλότητος διὰ πόνου καὶ θλίψεων, καθαροί τε ἔσονται καὶ ἡγιασμένοι, καὶ πείρᾳ μαθόντες, ὅτι τὸ μὲν γνήσιον τῆς εἰς Θεὸν ἀγάπης πρόξενον αὐτοῖς ἁπάσης ἔσται τρυφῆς καὶ εὐημερίας, καθάπερ ἀμέλει τῆς ἀποστασίας τὰ ἐγκλήματα τοῖς τῆς δουλείας καὶ θλίψεως ἐνίησι βόθροις.