Ancient Greek · ~6 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 41-9
Not analysed yet
Oὐδεμίαν, φησὶν, ἐν ὑμῖν τὴν ἐπανόρθωσιν βλέπων, προστέθεικα ταῖς αἰκίαις καὶ τὰ ἔτι τούτων ἀπηνέστερα, καὶ θερμοτέραν πεποίημαι τὴν καθ’ ὑμῶν ἀγανάκτησιν. κατέστρεψα γὰρ ὡς Σόδομα καὶ Γόμοῤῥα, καὶ οὐκ ἐπεστρέψατε. ἔοικε δὲ τὴν τελευταίαν ἡμῖν ἐν τούτοις πόρθησιν ὑποδηλοῦν, τὴν ἐν καιροῖς Ἱερεμίου διὰ χειρὸς Ναβουχοδονόσορ γεγενημένην, ὃς πᾶσαν μὲν εἷλε τὴν Ἰουδαίαν, ἐνέπρησε δὲ καὶ αὐτὰ τὰ Ἰεροσόλυμα, καὶ τὰς περιοίκους αὐτῆς πόλεις τε καὶ κώμας, καὶ αὐτὸν δὲ τὸν θεῖον κατασπάσας ναὸν, δορικτήτους ἔχων τοὺς ἐκ τοῦ πολέμου περιλελειμμένους, οἴκοι πάλιν λαμπρὸς καὶ νενικηκὼς τοῖς ἁλοῦσιν ὁμοῦ ἀνεκομίζετο, οἳ καὶ μόλις ἐπανῆλθον εἰς τὴν Ἰουδαίαν, ἐτῶν ἐπ’ αὐτοῖς πληρωθέντων τὸν ἀριθμὸν ἑβδομήκοντα. Κῦρος γὰρ, ὡς ἔφην, τὴν Βαβυλῶνα ἑλὼν, τῆς αἰχμαλωσίας ἀνῆκε τοὺς περιλειφθέντας καὶ σεσωσ μένους ἐξ Ἰσραήλ. διὰ τοῦτο, φησὶν, ἐγένεσθε ὡς δαλὸς ἐκσπασθεὶς ἐκ πυρὸς, οἷον δαλίον ἡμίφλεκτον, καὶ ἐν ὀλίγοις ἔτι λειψάνοις σωζόμενον. Θεοῦ τοιγαροῦν παιδεύοντος, τὸ ὑπτιοῦσθαι πικρὸν, παραίτιον δὲ καὶ τῶν ἔτι δυσαχθεστέρων ἔσται κακῶν τοῖς τὴν αἴσθησιν ἀποσειομένοις, ἀπό γε τοῦ δεῖν ἀκαταλήκτως ἰέναι πρὸς τὸ δρᾶν ἑλέσθαι καὶ φρονεῖν ἃ μὴ θέμις. ὅνπερ γὰρ τρόπον οἱ τὰς τῶν σωμάτων ἀνακόπτοντες νόσους, καὶ τοῦ θεραπεύειν δύνασθαι τὴν πεῖραν ἐξησκηκότες, τὰ τῶν τραυμάτων δυσαισθητότερα θερμοῖς καὶ δριμέσι φαρμάκοις ἀπῶ καθαίρουσι, καὶ τῆς ἐνούσης αὐτοῖς ἀκαθαρσίας τὸ πάχος ἀπολεπτύνοντες, τοῖς ἐκ τῆς τέχνης ἐπικουρήμασι παραχωρεῖν ἀναπείθουσιν, οὕτω καὶ ὁ πάντα γινώσκων Θεὸς τοὺς ἀναλγήτως ἔχοντας περὶ τὰ σμικρὰ, ταῖς ἔτι χαλεπωτέραις καταφορτίζει πληγαῖς, ὧν εἴπερ τις σοφός τε ἐστὶ καὶ ἀγχίνους, παραιτοῖτο ἂν εἰκότως πρὸ πείρας τὴν ἔφοδον.