Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 42-4
Not analysed yet
Ὅσα τῶν ὀρνέων μή ἐστι τιθασά τε καὶ κατοικίδια, συλληφθέντα ληφθέντα φυλάττεται, καὶ κατατέρπει τοὺς ἔχοντας. εἰ δὲ c δὴ γένοιτό τις τοῦ διαδρᾶναι καιρὸς, ἀνυπερθέτως ἀποφοιτᾷ, καὶ ὀξείᾳ φέρεται πτήσει πρὸς τὸ αὐτοῖς σύνηθες ἐνδιαίτημα. οὐκοῦν τεθήρευτο μὲν τρόπον τινὰ διὰ Μωυσέως ὀρνέου δίκην ὁ Ἰσραὴλ, καὶ προσκεκόμιστο τῷ Θεῷ, καὶ ἦν ἐν καλῷ τῆς εὐημερίας, νόμῳ παιδαγωγοῦ μένος καὶ φροντίδος ἀπολαύων καὶ φειδοῦς τῆς ἄνωθεν. ἀπέπτη δὲ πάλιν ἐφ’ ὅπερ ἦν ἐν ἀρχαῖς, μονονουχὶ τὴν τοῦ λαβόντος χεῖρα διεκφυγών. ἢ καὶ καθ’ ἕτερον τρόπον συνήσεις τὸ εἰρημένον. πολλὰ τῶν ὀρνέων τοὺς ἐπιχωρίους χειμῶνας οὐ φέροντα, πρὸς ἑτέρας d μεθίστανται χώρας, ἀδιδάκτως ἔχοντα τὴν τοῦ συμφέροντος γνῶσιν, κατὰ τὸ δοκοῦν τῶ πεποιηκότι. ἀλλ’ ἐν ἴσῳ τρόπῳ καὶ ὁ Ἐφραΐμ τὰς ἐκ τοῦ πολέμου δεδιὼς συμφορὰς ἀπέπτη πρὸς Αἰγυπτίους.