Ancient Greek · ~5 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 42-7
Not analysed yet
Ὄτε τὰ ἐγκλήματα τῆς ἀποστασίας τοῖς ἐξ Ἰσραὴλ ἐπεγράφοντο, καὶ δαμάλεσι μὲν προσεκύνουν ταῖς χρυσαῖς, ἔφασκον δὲ ἀνοσίως “Οὗτοι οἱ θεοί σου Ἰσραὴλ, οἵ τινες “ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου,” τότε καὶ ἀσθενεῖς καὶ εὐάλωτοι, καὶ τοῖς πολεμίοις ἑτοιμοτάτη προὔκειντο θήρα· ταύτῃτοι καὶ εἰς αἰχμαλωσίαν ἐπέμποντο. ἐπειδὴ δὲ ἐλέηνται, καὶ τὴν ἑαυτῶν κατῳκήκασι, χαλῶντος Θεοῦ τὰς ὀργὰς, ἄμαχοι λοιπὸν καὶ ἀνανταγώνιστοι γεγόνασι τοῖς ἐχθροῖς, ἀμογητί τε κεκρατήκασι, καίτοι πάντων τῶν ἐθνῶν συνειλεγμένων εἰς μάχην. γνώσεσθαι δὴ οὖν φησὶν αὐτοὺς ἀπό γε τοῦ κατισχύσαι τῶν δι’ ἐναντίας, ὅτι καὶ ἐν αὐτοῖς ἐστι, καὶ ἐπαναπαύεται λοιπὸν τῇ Σιῶν ὡς ἁγίᾳ πόλει. ταύτῃτοί φησιν ὅτι φείσεται μὲν τῶν ἰδίων λαῶν, καὶ ἀλκιμωτάτους ἀποφανεῖ, μαθήσεσθαι δὲ αὐτοὺς ὅτι, καθάπερ ἔφην ἀρτίως, μετ’ αὐτῶν ἐστίν. ἔσεσθαι δέ φησι τὴν Ἱεριτσακὴμ ἁγιαν, τῆς ἀρχαίας που πάντως ἀφιλοθεΐας ἀπηλλαγμένην· οὐ τοῖς ψευδωνύμοις θεοῖς ἀπονέμουσαν τῆς λατρείας τοὺς τρόπους, ποὺς, οὐ ψευδομαντείας ἔτι καὶ γοητείας παρ’ αὐτῇ τιμωμένης, ἐννόμου δὲ μᾶλλον κρατούσης ζωῆς, καὶ ἀρίστων ἐπιτηδευμάτων ἐν σπουδῇ γεγονότων αὐτοῖς. ἐχούσης δὲ οὕτω καὶ διαζῆν ᾑρημένης, οὐδένα φησὶ τῶν ἐθνῶν δι’ διττῆς παρελεύσεσθαι, οἷον οὐκ εὑ κατ’ ἀγών ἱστὸς ἔσται τισὶν οὐδὲ ἐν παρόδῳ τοῖς ἐθέλουσιν ἁρπαζομένη, ὡς πρότερον, μᾶλλον δὲ ἀσφαλὴς, καὶ ταῖς παρ’ ἐμοῦ δυνάμεσι καὶ ἐπικουρίαις εὖ μάλα τετειχισμένη.