Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 43-2
Not analysed yet
Προκατῃτιάσατο τὸν Ἰούδαν, ὡς πνεύματος συστροφὴν Γεγονότα τῷ Ἰσραὴλ, κατάγε τὸν ἀρτίως ἡμῖν προειρημένον Τρόπον᾿ μεθίστησι δὲ λοιπὸν τὸν τῆς ἐπιπλήξεως λόγον ἐπὶ τοὺς τῆς ἀπάτης καὶ τῆς πλάνης εὑρετὰς, καὶ τὴν τῆς ἀποπληξίας αὐτοῖς προξενήσαντας νόσον. οὗτοι δὲ ἦσαν οἱ ἱερεῖς οἱ ψευδώνυμοι, καὶ οὐκ ἐξ αἵματος τοῦ Λευὶ, ἀλλ’ ὠνητὴν ἔχοντες τὴν ἱερωσύνην, καὶ χρήμασιν ἐκπριάμενοι τὸ δεῖν εἰδώλοις ἱερουργεῖν. γέγραπται γὰρ περὶ τοῦ ἱεροβοάμ, ὅτι “Ὁ βουλόμενος ἐπλήρου τὴν χεῖρα αὐτοῦ, καὶ ἐγίνετο ἱερεὺς τῶν ὑψηλῶν. ἕρπει δὴ οὑν εἰκότως ὁ λόγος ἐπ’ αὐτούς τε τοὺς ἱερουργοὺς, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, συμπεριειλημμένου ταῖς αἰτίαις καὶ αὐτοῦ τοῦ Ἰσραήλ. μὲν γὰρ τὰ πρὸς σύστασιν τῆς εἰδωλολατρείας ἔφασκόν τε καὶ ἔδρων, βωμοὺς ἀνιστάντες, σπονδὰς καὶ θυσίας προσάγοντες, καὶ τὴν τῆς ἀπωλείας τοῖς ἀπατωμένοις κατευρύνοντες τρίβον· εὑρεταὶ δὲ τῆς πλάνης οἱ βασιλεῖς. τοιγάρτοι φησὶ πρὸς αὐτοὺς, ὅτι παγὶς ἐγενήθητε τῇ σκοπιᾷ. σκοπιὰν δὲ λέγει τὴν ὑπό τε τῶν ἱερέων, εἴπερ ἦσαν ὄντως ἱερεῖς, καὶ ὑπ’ αὐτῶν δὲ τῶν ἡγουμένων ἐπισκοπουμένην πληθύν· ἐφορῶσι γὰρ αὐτοὶ τὸ ὑπήκοον· ἢ καὶ ἀφορῶνται παρὰ τῶν ὑπὸ χεῖρα, καὶ ὅποιπερ ἃν τοῖς κρατοῦσι δόξειε, παρατρέπουσι τὸ ὑπήκοον· ἕπεται δὲ τοῖς τῶν ἡγουμένων θελήμασι τὸ ὐπεζευγμένον. γεγόνατε τοίνυν, φησὶν, ὡς παγὶς τῆ ὑφ’ ὑμῶν ἐπισκοπουμένη πληθύι, ἤτοι τῇ εἰς ὑμᾶς ἀφορώσῃ τυχόν. γεγόνατε δὲ καὶ ὡς δίκτυον ἐκτεταμένον ἐπὶ τὸ Ἰταβύριον. ὄρος δὲ τοῦτο περιφανέστατον ἐν τῆ Γαλιλαίᾳ κείμενον, πλείστην τε ὅσην καὶ ἀμφιλαφῆ τὴν ἄγραν ἔχον θηρίων τε καὶ πτηνῶν, διὰ τὸ ἦρθαι τε ὑψοῦ, καὶ καταδασύνεσθαι σφόδρα δρυμοῖς τε καὶ λόχμαις.