Ancient Greek · ~2 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 43-9
Not analysed yet
Επειδὴ γὰρ, φησὶ, τόδε τι πεποιηκότος, κἀκεῖνο πρόσ’. θέντος, καὶ μονονουχὶ πᾶν εἶδος ἐπαγαγόντος αἰκίας καὶ πόνων, δυσαλγήτως ἔχοντας τεθέαμαί τε καὶ ἐξ αὐτῆς ἐμάνθανον πείρας, ταύτῃτοι καὶ οὕτως ποιήτω σοι. πῶς δὲ οὕτως; οὐ γὰρ ἠρκέσθην τοῖς πρώτοις· προσεπήγαγον δὲ καὶ τὴν ἐν ἴσῳ Σοδόμοις καταστροφήν. τελευταία γὰρ, ὡς ἔφην, αὐτοῖς ἡ τοιάδε πληγὴ διὰ τῆς θείας ὀργῆς ἐπενήνεκται.