Ancient Greek · ~7 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 44-4
Not analysed yet
Ἀπέδρα πρὸς Αἰγυπτίους τὴν ἐνεγκοῦσαν ἀφεὶς ὁ Ἰσραὴλ, ἐπαμύναι τε οἱ παρεκάλει τὸν τῆς χώρας ἡγούμενον. ἆρ’ ὡς ἀτονοῦντος Θεοῦ, καὶ σώζειν αὐτοὺς οὐχ οἵου τε ; οὐ μενοῦν· παναλκὲς γὰρ τὸ θεῖον, καὶ οὐκ ἀνικάνως ἔχον, τὸν τῶν ’Ἀσσυρίων ἀποσοβῆσαι πόλεμον. συμβέβηκε δὲ τὰ τοιάδε παθεῖν τοὺς ἐξ Ἐφραΐμ, ἤτοι τὸν Ἰσραὴλ, ὅτι Θεὸν ἀφέντες τὸν σώζοντα, καὶ τὸ ἐπ’ αὐτῷ δὴ καὶ μόνῳ μεγάλα φρονεῖν διαγελῶντες ὡς ἕωλον, ᾤοντο κατὰ σφᾶς δεινοὶ καὶ ἀνάλωτοι γενήσεσθαι τοῖς ἐχθροῖς, διά τοι τὸ εἰς πληθὺν ἐκτετάσθαι πολλὴν, καὶ ἀναρίθμητον ἔχειν τὴν πολυπαιδίαν. ἔτικτον μὲν γὰρ αἱ παρ’ αὐτοῖς γυναῖκες κατ’ ἐπαγγελίαν, καὶ ἐν εὐλογίας τάξει, Μωυσέως προειπηκότος εἰρηκότος “Οὐκ ἔσται ἄγονος, οὐδὲ στεῖρα ἐν υἱοῖς Ἰσ- "ραήλ.’’ ἀλλ’ ἦν εὔηθες κομιδῇ, διὰ πληθὺν σωμάτων ἀφειδῆσαι βοηθείας τῆς παρὰ Θεοῦ· ἐννοῆσαι δὲ μᾶλλον ὀρθὰ φρονοῦντας ἐχρῆν, ὅτι σὺν αὐτῷ τε καὶ δι’ αὐτοῦ “Διώξεται μὲν εἷς χιλίους, δύο δὲ μετακινήσουσι μυριάδας.” ἀποσεμνύνονται τοίνυν φησὶν οὐκ ἐπὶ Θεῷ μᾶλλον, ποιοῦνται δὲ δοξαν τόκους καὶ συλλήψεις καὶ ὠδῖνας τῶν παρ’ αὐτοῖς γυναικῶν. ἴστωσαν δὴ οὖν, ὅτι κἂν εἰ τέκοιεν υἱοὺς, κἂν εἰ κάμοιεν ἐκτρέφοντες τεκνα, μεταγνώσονται πονοῦντες εἰκῇ. θρηνήσουσι γὰρ πάντη τε καὶ πάντως τὴν ἀπαιδίαν. ἀρκέσει δὲ ξίφος αὐτοῖς τὸ Βαβυλώνιον εἰς τὸ δαπανῆσαι ῥᾳδίως πᾶν ὅσον αὐτῶν ἐστὶ γένος. Διότι καὶ οὐαὶ αὐτοῖς ἐστίν. ὅμοιον ὡς εἰ λέγοι, Θεοῦ αὐτοῖς ἐπιρριπτοῦντος τὸ οὐαὶ, τίς ἐπιδώσει τὴν εὐθυμίαν ; “Ἐὰν γὰρ κλείση κατὰ ἀνθρώπου, τις ἀνοίξει; κάτα τὸ γεγραμμένον. “Φοβερὸν οὖν ἄρα τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος·’ καὶ δεῖ ταῖς ἐπιεικείαις λελυπημένον ἐξημεροῦν, καὶ παρ’ αὐτοῦ τὸ σώζεσθαι ζητεῖν, ἐπ’ οὐδενὶ πεποιθότας, ἀναφω- νοῦντας δὲ μᾶλλον “καυχήσομαι ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί "μου· Κύριος ὁ Θεὸς δύναμίς μου.’