Ancient Greek · ~5 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΗΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΗΛ.
Cyrillus Theol., In XII Prophetas 44-6
Not analysed yet
Γράφεται δὴ πάλιν ἀστείως ἡμῖν τοῦ πολέμου τὸ σχῆμα. εἴη δ’ ἃν καὶ ἐπ’ ἀμφοῖν ἀληθὲς, κἂν εἰ ἐπ’ ἀκρίδος καὶ βρούχου νοοῖτο τυχὸν, κἂν εἰ ἐπ’ αὐτῶν ἕλοιτό τις τῶν Βαβυλωνίων. ὡς γὰρ ἤδη τοῦ πολέμου βεβηκότος εἴσω θυρῶν, καὶ μονονουχὶ περιηγγελμένου κατὰ πᾶσαν γῆν Σιῶν, ἤγουν ἐν ὅλη τῆ Ἰουδαίᾳ, καὶ θορύβου καὶ δειμάτων ἀναπλησθήσεσθαι τὰ πάντα φησίν. πάρεστι γὰρ ἡμέρα κυροῦ, τουτέστιν, οὐκέτι προαγόρευσις τὸ χρῆμα μόνον, ἀλλ’ ἐν ὄψει τὰ πάθη, καὶ ἐν αὐταῖς γεγόνασι ταῖς πείραις τῶν πάλαι προηγγελμένων, οὓς ἦν ἄμεινον παρὰ πολύ μεταφοιτᾶν ἑλέσθαι πρὸς τὰ βελτίω, καὶ πρὸ ἐφόδου καὶ παρουσίας τὴν τῶν κακῶν ἀποσείεσθαι πεῖραν. οὐκοῦν ἀναδύεσθαι πρὸς μετάγνωσιν οὐκ ἐᾷ, μεθιέντας δὲ ὥσπερ τὸ τῆς γνώμης ἀναπεπτωκὸς καὶ τὸ ῥᾴθυμον, εἰς φιλεργίας ἰέναι κελεύει γοργῶς, καὶ ἐπί γε τὸ βούλεσθαί σφισιν αὐτοῖς ἐπαμύναι γενικῶς, Θεῷ δηλονότι προσθέοντας, καὶ τῶν ἀρχαίων αἰτιαμάτων ἀφανίζοντας τὰ ἐγκλήματα ταῖς τῶν ἀμεινόνων ἐναγωγαῖς. ταύτῃτοί φησιν ἐγγὺς εἶναι τὴν ἡμέραν κυροῦ, καθ’ ἢν ἔσονται μὲν ὡς ἐν ὁμίχλη καὶ σκότῳ, τὸν ἐκ τῆς ἀκρίδος δεδιότες λιμὸν, ἤγουν τὴν ἐκ τῶν Ἀσσυρίων ἐπηρτημένην αὐτοῖς ἀθλιότητα καὶ καταφοράν.