Ancient Greek
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 44.1
Not analysed yet
Εἰ δὲ δὴ λεπτότερον καὶ πνευματικώτερον τῇ τῶν προκειμένων θεωρίᾳ προσβαλεῖν ἐθέλοιμεν, πρέποι ἃν εἰκότως ἐκεῖνο νοεῖν. ἐπειδὴ γὰρ, ὡς ἔφην, ἀνεβίω Χριστός· ἤγειρε γὰρ ὁ Πατὴρ τὴν σκηνὴν τοῦ Δαυεὶδ, καὶ ἀνῳκοδόμησεν αὐτῆς τὰ κατεσκαμμένα, πολλὴ καὶ ἀμφιλαφὴς τῶν πνευματικῶν ἀγαθῶν ἡ μέθεξις ἐπὶ πάντας γέγονεν ἀνθρώπους Ἕλληνας τε καὶ Ἰουδαίους· “Εἷς γὰρ ὁ Θεὸς, ὃς δεδικαίωκε περιτομὴν ἐκ “πίστεως, καὶ ἀκροβυστίαν διὰ πίστεως.” πλείστη δὴ οὖν οση τῶν πνευματικῶν καρπῶν τοῖς πεπιστευκόσιν ἡ χορηγία η δία τῶν ἐπιγείων καρπῶν εὖ μάλα κατασημαίνεται. πλῆθος γὰρ ἔσται, φησὶ, σίτου καὶ οἴνου. παραδεξόμεθα δὲ νῦν τὸν μὲν σῖτον εἰς ἰσχὺν, δῆλον δὲ ὅτι τὴν πνευματικήν· γέγραπται γὰρ ὅτι “καὶ ἄρτος στηρίζει καρδίαν ἀνθρώπου,” νοητὸς ’δε που πάντως καὶ θεῖός τε καὶ ἄνωθεν· τὸν δέ γε οἰνον εἰς εὐφροσύνην· ἔφη γὰρ πάλιν “Καὶ οἶνος εὐφραίνει “καρδίαν ἀνθρώπου·” χαίρομεν δὲ “τῇ ἐλπίδι,” κατὰ τὴν τοῦ μακαρίου Παύλου φωνήν. σταλάζει δὲ καὶ τὰ ὄρη γλυκασμόν. ὄρη μὲν οὖν, ὡς ἔοικεν, ἐνθάδε φησὶ τὰς ἐκκλησίας χριστοῦ, διά τοι τὸ ἐπῃρμένον τῶν ἐν αὐταῖς δογμάτων, καὶ τῆς εἰς Θεὸν εὐσεβείας τὸ ὑπερφερὲς, καὶ ὅτι τὰ μὲν ὄρη διαφόροις κομῶντα φαίνονται φυτοῖς, αἱ δὲ ἐκκλησίαι Χριστοῦ μυρίας τε ὅσας ἁγίων ἔχουσι κεφαλὰς, κέδροις τε καὶ ξύλοις ἐν ἴσῳ τοῖς εὐμηκεστάτοις, αἳ ταῖς τῶν νοητῶν ὑδάτων παρίδρυνται διεξόδοις. ἀλλ’ ὥσπερ ἐν τοῖς εὐδενδροτάτοις τῶν ὀρῶν πλήθη μελιττῶν περιποτώμενα, τὸ γλυκὺ καὶ τίμιον ἐργάζονται μέλι· οὕτω πάλιν καὶ ἐν ταῖς ἐκκλησίαις οἱ τῶν ἄλλων περιφανέστεροι καὶ ἁδρότεροι πρὸς ἀρετὴν καὶ σύνεσιν, τῆς ἐπὶ Χριστῷ διδασκαλίας τὸ γλυκὺ συλλέγοντες μέλι, μονονουχὶ καταστάζουσι καὶ ταῖς ἑτέρων καρδίαις αὐτό. ἀποσταλάξει δὴ οὖν τὰ ὄρη γλυκασμὸν κατὰ τοῦτον οἶμαι τὸν τρόπον. ἔσεσθαι δὲ συμφύτους ἔφη καὶ τοὺς βουνούς. βουνοὶ ’δε εἰσιν οἷον δεύτεροί τε καὶ τὸ μεῖον ἔχοντες εἰς ἀρετὴν παρὰ τοὺς ἄγαν ἐν τούτῳ διαφανεστέρους. μέτρα γὰρ ἁγιασμοῦ καὶ δικαιοσύνης ἐν ἐκκλησίαις, καὶ ὡς ο Παῦλος φησι, κατὰ τὴν ἑκάστῳ δοθεῖσαν χάριν παρὰ τοῦ τὰ τοιάδε διανέμοντος Θεοῦ. σύμφυτοι δὴ οὖν ἔσονται καὶ οὗτοί φησι, τουτέστιν, εὐθαλεῖς τε καὶ εὔκαρποι, καὶ τῆ τῶν θείων δογμάτων ὀρθότητι βαθὺ κομῶντα φοροῦντες τὸν νοῦν. ὅτι ’δε καὶ ἐπέστρεψεν ἤμων τὴν αἰχμαλωσίαν ο των ὅλων Θεὸς, οὐκ ἂν ἐνδοιάσειε τις. ἐκήρυξε γὰρ “αἰχμαλώτοις ἄφεσιν ὁ Χριστὸς, καὶ τῆς τοῦ διαβόλου πλεονεξίας ἐξείλετο τὴν ὑπ’ οὐρανόν. τότε δὴ τότε καὶ ἐν ἴσῳ γηπόνοις τῆς κατὰ νοῦν εὐκαρπίας γεγόναμεν ἐπιμεληταὶ, κατεφυτεύσαμεν κήπους καὶ ἀμπελῶνας, καὶ φαγόμεθα τὸν καρπὸν αὐτῶν. ἀποληψόμεθα γὰρ τὰς τῶν πόνων ἀντιμισθίας, ἀποτρυγήσομεν δὲ καὶ τοὺς τῆς ἐπιεικείας καρπούς. ὅτι δὲ ἀσάλευτον ἕξομεν τὴν παρὰ Θεῷ μονὴν, καὶ τῶν ἅπαξ δοθησομένων παρ’ αὐτοῦ κλήρων οὐδεὶς ἂν ἐκπέμψειε τοὺς ἐν αὐτοῖς γεγονότας, σαφηνιεῖ λέγων Καταφυτεύσω αὐτοὺς ἐπὶ τῆς γῆ; αὐτῶν ἡς ἔδωκα αὐτοῖς, λέγει Κύριος ὁ Θεός. “Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ, καὶ ἐν βεβαίῳ κεισόμεθα παντὸς ἀγαθοῦ, καθηγητὴν καὶ πανηγυριάρχην αὐτὸν ἔχοντες τὸν Χριστόν· δι’ οὗ καὶ μεθ’ οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.