Ancient Greek
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 43-11
Not analysed yet
Αὐτὸ δὴ σαφῶς ἡρμήνευσεν, ὅπερ ἔφην. καὶ εἰ μέν τις ἕλοιτο παχεῖάν τε καὶ ἱστορικὴν ποιεῖσθαι τὴν ἀφήγησιν, ἔρει δὴ πάλιν ἐκεῖνο, ὡς ἐπήγγελται σαφῶς τοῖς τὴν αἰχμαλωσίαν ὑπομεμενηκόσι τὴν ἐπάνοδον, καὶ ὅτι τὴν ἑαυτῶν καθέξουσι γῆν, πόλεις τε καὶ οἴκους ἀναδειμάμενοι, καὶ ἐν καλῷ τῆς εὐημερίας λοιπὸν γεγονότες, τὰ ἐξ ἀγρῶν συλλέξουσιν ἀγαθὰ, καὶ τῷ γηπονεῖν ἐγκείσονται μετ’ εὐφροσυνης καὶ χαρᾶς, ὡς ἀδιάλειπτον αὐτοῖς τὸν ἐπί γε ταῖς τῶν ἡδίστων συγκομιδαῖς γενέσθαι πόνον, τῶν ἐξ ἅλωνος ἀγαθῶν συμποδιζόντων αὐτοῖς τὸν τρύγητόν, παρατείνοντος δὲ αὖ καὶ τοῦ τρυγητοῦ πάλιν εἰς τὸν τοῦ σπόρου καιρὸν, ὡς ἐκ ληνοῦ καὶ δρεπάνης καὶ βοτρύων αὐτῶν μεταφοιτᾶν τὸν γηπόνον ἔπι τὰ τῶν πεδίων ἀρόσιμα, καὶ τῆς ἅλω τὴν κόνιν ἀπονιψάμενον, τῶν ἐπὶ ληνοῖς ἔχεσθαι φροντισμάτων.