Ancient Greek · ~9 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 45-2
Not analysed yet
Οἱ μὲν οὖν ἱερεῖς, καὶ μὴν καὶ οἱ ἐξ αἵματος τοῦ βασιλικοῦ, λίνον καὶ πάγη καὶ θήρα γεγόνασι τοῖς λαοῖς, θυμιᾶν τοῖς δαίμοσιν ἐπιτάττοντες, καὶ πρό γε τῶν ἄλλων δρῶντες αὐτοὶ, καὶ φρονεῖν ἀναπείθοντες ἃ μὴ θέμις, καὶ τοῖς ἀνοσίως ἐξηυρημένοις πλάνης ἑτέρους προσεπάγοντες τρόπους, τὰ ὑψηλά φημι, τὸν Bεελφεγὼρ, τὸ τῶν Σιδωνίων βδέλυγμα, τὸν Βάαλ, τὸν Xαμώς· ἔσεσθαι δὲ αὐτῶν ττΛίάευτης αὐτὸς, καὶ οὐκ εἰς μακρὰν, ἐπαγγέλλεται, ὡς ὅσον οὐδέπω τὰ ἐκ θυμοῦ καὶ ὀργῆς ἐπιθήσων κακά. ἔχει δὲ τὸ ἀτρεκὲς ὁ λόγος. οἱ μὲν γὰρ ἐξ οἴκου τοῦ βασιλικοῦ δειναῖς καὶ ἀφύκτοις ἐνισχημένοι συμφοραῖς, οἱ μὲν διολώλασι, κάταγε τὴν πίστιν τῶν ἱερῶν γραμμάτων· οἱ δὲ ἀπῴχοντο ταῖς Βαβυλωνίων καὶ Μηδῶν πλεονεξίαις ὑποκεισόμενοι. ἀποτεθνήκασι δὲ ἀθλίως, μᾶλλον δὲ καὶ ὁσίως οἱ ψευδώνυμοί τε καὶ ἐπὶ χρήμασιν ἱερεῖς, οἱ μὲν ὑπὸ Ἰηοῦ, οἱ δὲ ὑπὸ 1ωσίου γεγο- νότος ἐκ φυλῆς Ἰούδα, ἤτοι Δαυείδ. τοῦτο γὰρ καὶ ὁ ἄνθρωπος τοῦ Θεοῦ, θύοντός ποτε τοῦ ‘1εροβοὰμ καὶ ἐφε- στηκότος τῷ θυσιαστηρίῳ, προεφήτευσε λέγων α Θυσια- ιι στήριον, θυσιαστήριον, τάδε λέγει κύριος Ιδοὺ υἱὸς α τίκτεται τῶ οἴκω Δαυεὶδ, Ἰωσίας ὄνομα αὐτῷ· καὶ θύσει α ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν, τοὺς ἐπιθύοντας ἐπὶ σὲ, ιι καὶ ὀστᾶ ἀνθρώπων κατακαύσει ἐπὶ σέ.’ οὐκοῦν ἐπηπεί- λησε aaιιdεύσειν ἐν θυμῷ καὶ ὀργῇ τοὺς τῆ σκοπιᾷ πάγην γεγονότας, ἱερέας τε φημὶ, καὶ τοὺς ἐξ αἵματος βασι- λικοῦ· ἀκαταιτίατον δὲ οὐδαμῶς τὸν ἠπατημένον ἠφίει, του τέστι, τὸν Ἰσραήλ. ταύτητοί φησιν· ἐγὼ ἔγνων τὸν Ἐφραὶμ, κόιὶ Ισρόιὴλ οὐκ ιιπεστιν ἀπ’ ἐμοῦ. ἴσον δὴ τοῦτο ἐκείνῳ, "τίς οὗτος ὁ κρύπτων με βουλὴν, συνέχων δὲ ῥήματα ιι ἐν καρδίᾳ, ἐμὲ δὲ οἴεται κρύπτειν; ἔγνωκα γὰρ τὸν Ἐφραΐμ φησι, καὶ οὐκ ἀφέστηκα τοῦ Ἰσραήλ. “Θεὸς γὰρ “ἐγγίζων ἐγώ εἰμι, λέγει κύριος, καὶ οὐχὶ Θεὸς πόρρωθεν. “εἰ κρυβήσεται ἄνθρωπος ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι “αὐτόν; “καὶ πάλιν, “Μὴ ἀπ’ ἐμοῦ κρυβήσεταί τι;" “Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτατος “μᾶλλον μαχαίρας διστόμου, καὶ διϊκνούμενος ἄχρι μερισμοῦ “ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς “ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἁφὰ. “νὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ γυμνὰ καὶ καὶ τετραχηλισμένα “τοῖς ὀφθαλμοῖς αὐτοῦ πρὸς ὃν ἡμῖν ὁ λόγος. “