Ancient Greek · ~2 min
Commentary amos, ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΞΗΓΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΑΜΩΣ.
Cyrillus Theol., In XII Prophetas 45-6
Not analysed yet
Πικρὸν οὖν ἄρα τὸ καταφρονῆσαι Χριστοῦ τοῦ δόντος ἡμῖν “Πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν “δύναμιν τοῦ ἐχθροῦ,” τοῦ καταστρέφοντος τοὺς καὶ ὑποφέροντος τοὺς εὐσθενεστέρους· “Οὐ γάρ ἐστιν “ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, “πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους “τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν “τοῖς ἐπουρανίοις.” καὶ τούτων ἁπάντων ἐν Χριστῷ κεκερατήκαμεν. καὶ εἰ μέλλομεν λυπεῖν, ἀποκλίνοντες εἰς τὸ ῥᾴθυμον, τὸν ἑαυτῶν Σωτῆρα καὶ Λυτρωτὴν, ἀπορήσομεν, οἶδ’ ὅτι, καὶ λόγου καὶ ἀφορμῆς ἐξελέσθαι δυναμένης κολάσεως καὶ πυρός.