Ancient Greek · ~2 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 45-7
Not analysed yet
Αλλ’ εἰ δὴ βούλοιο, φησὶν, ἀναμαθεῖν τὴν αἰτίαν, δι’ ἢν οὕτως ποιήσω σοι, πεύσῃ δὴ πάντως, μονονουχὶ πληττομένοις ὑμῖν ἐπιβοῶντός τε καὶ λέγοντος Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ. τὸ ἑτοιμάζου φησὶν ἀντὶ τοῦ Σπούδαζε, ἄοκνός τε καὶ πρόθυμος ἕσο τοῦ ἐπικαλεῖσθαι τὸν μὴ ἀλτῆς λότριον καὶ ψευδώνυμον, ἀλλὰ τὸν Θεόν σου Ἰσραηλ, τουτέστιν, ὃν δι’ αὐτῆς ἔγνως τῆς πείρας, ὡς ἔστι Θεὸς φύσει τε καὶ ἀληθῶς, καὶ οὐ διὰ τῆς τινων εὐτεχνίας ἐξηυρημένος, καθάπερ ἀμέλει τὰ ἐκ ξύλων ἢ λίθου πε- ποιημενα.