Ancient Greek · ~4 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 45-8
Not analysed yet
Kαὶ τί δὴ τοῦτό ἐστιν, ἀναγκαῖον ἰδεῖν. τινὲς μὲν οὖν οἴονταί τε καί φασιν, ὅτι μέλλοντας ὀμνύναι τοὺς τῆς οἰκίας προεστηκότας, οἱ ἐρωτῶντες κατασιγάζουσιν, ἵνα μὴ ὀμόσωσι τὸ ὄνομα κυροῦ. προσεπάγουσι δὲ, ὅτι πρὸς τοῦτο τοῖς ἐξ Ἐφραῒμ τῆς ἐσχάτης ἀφιλοθεΐας κατώλισθεν ὁ νοῦς, ὡς μηδὲ ἀνέχεσθαί τινων, εἴπερ ἕλοιντό πὼς τὸν τῶν ὅλων ὀνομάζειν Θεόν. ἐστι δὲ οἶμαι σαθρὸς κομιδῇ καὶ τὸ ἀκαλλὲς ἔχων ὁ τοιόσδε λόγος. ὅτι μὲν γὰρ ἀπέθορον τῆς εἰς Θεὸν ἀγάπης ὁλοτρόπως οἱ ἐξ Ἐφραῒμ, ἐνδοιάσειεν ἂν οὐδείς. ἀλλ’ ἐν πληγῇ καὶ μάστιγι γεγονότας, εἰκὸς δήπου μᾶλλον καταδεῖσαι βραχὺ καὶ μεταφοιτῆσαι λοιπὸν πρὸς τὸ χρῆναί τι βούλεσθαι τῶν ἀναγκαιοτέρων, οὐκ ἐκ τῶν ἐναντίων ἀγρίως οὕτως καταθρασύνεσθαι τῆς εἰς Θεὸν εὐσεβείας. ἄλλως τε· προσθείην γὰρ ἂν τοῖς εἰρημένοις καὶ τόδε· ποία γὰρ ἦν ἀνάγκη τοῖς προεστηκόσι τῆς οἰκίας ἐρωτωμένοις εἴ πη τις ἄρα παρ’ αὐτοῖς ἢ ζῶν ἔτι τυχὸν, ἤγουν τεθνεὼς ἤδη λανθάνει, προσθεῖναι καὶ ὅρκον, ὡς οὐδεὶς ἔτι παρ’ αὐτοῖς;