Ancient Greek · ~14 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 45.1
Not analysed yet
Αναδεδειγμένης ἁγίας τῆς Ἱερουσαλὴμ, καὶ οὐκ οὔσης ἔτι βατῆς τοῖς ἀλλογενέσι, διά τοι τὸ κατασκηνῶσαι ἐν αὐτῇ τὸν τῶν ὅλων κύριον, φείσασθαί τε τοῦ ἰδίου λαοῦ, καὶ κατισχύσαι μὲν αὐτὸν, ἀποφῆναι δὲ καὶ τῶν ἀνθεστηκότων ἀμείνω, τότε δὴ τότε τὰ μὲν ὄρη γλυκασμον ἀποστα- λάξει φησὶν, ῥυήσονται δὲ καὶ οἱ βουνοὶ τὸ γάλα, καὶ αἱ τοῦ Ἰούδαι ἀφέσεις τὸ οἰκεῖον ἐκδώσουσι νᾶμα. ἀφέσεις δὲ οἶμαι λέγεσθαι τὰς τῶν πηγῶν ἐκδρομὰς, ἢ καὶ καθ’ ἕτερον τρόπον οἵπερ ἃν εἶναι λέγοιντο τῶν ὑδάτων ὀχετοί. καὶ ὄρη μὲν νοηθεῖεν ἂν οἱ πρὸς ὕψος ἀρετῆς ἠρμένοι, καὶ τοῖς αὐχήμασι τῆς ἐναρέτου ζωῆς τὸ τῶν ἄλλων ὑπερφέροντες μέτρον, οἱ περίοπτοι καὶ περιφανεῖς, ὁποῖοι ἦσαν οἱ μαθηταὶ, καὶ πρό γε τῶν ἄλλων ὁ Βαπτιστὴς, περὶ οὗ ὁ Σωτῆρ’ φησιν “Οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ “βαπτιστοῦ.’’ οὗτοι δὴ οὖν οἱ μεγάλοι καὶ γνωριμώτατοι σταλάξουσι γλυκασμὸν, καὶ οἷον μέλιτι καταχρίοντες τὸν περὶ τοῦ Σωτῆρος ποιήσονται λόγον, ὡς τῶν μετεσχηκότων ἕκαστον ἐκ περιχαρείας ἀνακραγεῖν “Ὡς γλυκέα τῷ λάρυγγί “μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί “μου.” γλυκὺς γὰρ ἀεὶ τῶν ἁγίων ὁ λόγος, παρά γε τοῖς ἀγαπῶσι τὸ εὐαρεστεῖν τῷ Θεῷ. ὄρη μὲν οὖν οἱ τοιοῦτοι νοηθεῖεν ἃν, καὶ μάλα εἰκότως. βουνοὺς δὲ εἶναί φαμεν τοὺς τῆς ἐκείνων ὑπεροχῆς βραχὺ μὲν ἡττωμένους καὶ τῷ τῆς πολιτείας ὑφιζάνοντας μέτρῳ· ἀνεστηκότας δὲ καὶ αὐτοὺς, καὶ πολὺ τῶν ἄλλων ὑπερτέλλοντας. οὗτοι ταῖς τῶν ἄρτι πεπιστευκότων ψυχαῖς τὸ λογικὸν καὶ ἄδολον παρεγχέουσι γάλα, νηπιοπρεπῆ χορηγοῦντες τροφήν· τελείων γάρ ἐστιν ἡ στερεά· γάλα δὲ νηπίοις τὸ πρεπωδέστατον. καὶ οὔτι που φαμὲν ὡς ἔν γε τῷ δύνασθαι μόνον ἐγχεῖν τοῖς νηπίοις τὸ γάλα, τῆς ἐκείνων διανοίας τὸ μέτρον ἐστίν. ἔχοντες γὰρ, καὶ μάλα ἐπιτηδείως, εἰς τὸ, εἴπερ ἕλοιντο, διανέμειν δύνασθαι τοῖς τὴν ἕξιν στερεωτέροις τὰ τῶν τροφείων ἁδρότερα, δια- μέμνηνται λέγοντος τοῦ ἱεροῦ γράμματος “Τνωστως επι- “γνώση ψυχὰς ποιμνίου σου.’’ καὶ γοῦν οἱ θεσπέσιοι μαθηταὶ καίτοι μυρίας ὅσας ἐντολὰς δεδωκότος ἡμῖν τοῦ Χριστοῦ τοῖς ἐξ ἐθνῶν πιστεύσασιν, οἰκονομικῶς ἐπιστέλλουσι, φυλάξασθαι δεῖν “Ἀπό τε πορνείας καὶ πνικτοῦ “καὶ αἵματος. ἔδοξε γάρ φησιν τῷ Ἁγίῳ πνεύματι καὶ “ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος.’’ ἀκούεις ὅπως νηπιοπρεπές ἐστι τὸ παράγγελμα, καὶ οἷον ἐν ἴσῳ γάλακτι τοῖς ἀσθενεστέροις τὴν ἕξιν χορηγούμενον; ὅτι δὲ καὶ ὕδωρ τὸ νοητὸν ἀμφιλαφὲς ἔσται τοῖς “ἐν οἴκῳ Κυρίου πεφυτευ- μένοις, ἵν’ “ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσειαν θείοις που πάντως ἀρδόμενοι νάμασι, καὶ τοῖς ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταπιαινόμενοι λόγοις, ὑπεμφαίνει λέγων ὅτι πᾶσαι αἱ ἀφέσεις Ἰούδαι ῥυήσονται ὕδατα. ὡμολόγουν γὰρ παρακαλεῖσθαι παρὰ Θεοῦ καὶ οἱ μακάριοι μαθηταί. ἀλλ’ αἱ πρῶται μὲν τῶν νοητῶν ὑδάτων ἀφέσεις, ἀφέσεις αὗται πάντως εἶεν ἂν αἱ τοῖς ἁγίοις παρὰ Θεοῦ διὰ Πνεύματος διδόμεναι τῶν ἀγαθῶν χορηγίαι· δεύτεραι δὲ ὥσπερ ὑδάτων ἀφέσεις οἱ παρ’ αὐτῶν εἰς ἡμᾶς εὑρίσκονται λόγοι, χαρίσμασιν ἡμᾶς ἀναπιμπλάντες πνευματικοῖς. ἡ δὲ ἐξ οἰκοῦ Κυρίου ἐκπορευομένη πηγὴ τίς ἂν εἴη πάλιν πλὴν ὅτι Χριστός: οὕτω γὰρ αὐτὸν καὶ ὁ μακάριος ὠνόμαζε μελῳδὸς λέγων πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν “Ὡς “ἐπλήθυνας τὸ ἐλεός σου, ὁ Θεός· οἱ δὲ υἱοὶ τῶν ἀνθρώτροφῶν πων ἐν σκέπῃ τῶν πτερύγων σου ἐλπιοῦσι. μεθυσθήσονται ἀπὸ πιότητος οἴκου σου, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς σου ποτιεῖς αὐτοὺς, ὅτι παρὰ σοὶ πηγὴ ζωῆς.” οὐκοῦν καὶ πηγὴ ζωῆς καὶ χειμάρρους ὁ Χριστός. Χειμάῤῥους ῥοῦς δὲ σχοίνων· μέμνηται μὲν οὖν ὁ Προφήτης χειμάρρου τινὸς ᾧ παραπεφύκασι σχοῖνοι πολλαί. φασὶ δὲ εἶναι τὸν αὐτὸν τῷ χειμάρρῳ τῶν κέδρων, περὶ ὃν ηὑρῆσθαί φησιν ὁ Εὐαγγελιστὴς τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν χριστὸν, ὁμοῦ τῃ σπείρᾳ ζητοῦντος αὐτὸν του προδότου μαθητοῦ.