Ancient Greek · ~2 min
Commentary joel, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΤΟΜΟΣ ΔΕΥΤΕΡΟΣ.
Cyrillus Theol., In XII Prophetas 46-8
Not analysed yet
Ἔστι δὲ οὐκ ἀκαλλὴς ὁ λόγος, εἰ τῷ χειμάῤῥῳ τῶν σχοίνων παρεικάζοιμεν τὴν Ἐκκλησίαν, εἰς ἢν “ἐκκέκλικεν ὡς ποτα- “’μὸς εἰρήνης’’ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ἢν οἱονείπως ἀεὶ παραρρεῖ τὰς ἀειθαλεῖς ποτίζων ἀοίνους, τουτέστι, τὰς τῶν ἁγίων ψυχάς. φίλυδρος γὰρ ἀεί πὼς ἐστὶ καὶ ἀειθαλὴς ἡ σχοῖνος. εἰ δὲ δὴ καὶ ὁρῷτο κεκεντρωμένη, καλῶς ἂν ἔχοι καὶ οὕτως. οὐ γὰρ ἄκεντρος παντελῶς τῶν ἁγίων ἡ ἀρετή. εἰσὶ μὲν γὰρ πραότητος ἐρασταὶ, πλὴν μετὰ τούτου καὶ μαχηταί.