Ancient Greek · ~8 min
Commentary jonah, ΤΟΥ ΑΥΤΟΥ ΕΞΗΓΣΙΣ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΙΩΝΑΝ.
Cyrillus Theol., In XII Prophetas 46-12
Not analysed yet
Στέλλεται μὲν ὁ Προφήτης, καὶ προθυμίαις ἀμάχοις διεζωσμένος ἄρχεται τῶν πρακτέων. εἴσεισι γὰρ δὴ, καὶ μάλα νεανικῶς, εἰς τὴν ἀλλόφυλον Νινευὶ, τοῖς θείοις ὑπηρετήσων νεύμασιν. εὐρεῖαν δὲ οὖσαν τὴν πόλιν, καὶ εἰς τοῦτο μεγέθους ἐκτεινομένην, ὡς δεῖσθαι πορείας ἡμερῶν τρῶν, εἴ τις ἕλοιτο περινοστεῖν, δίεισιν αὐτὸς εἰς ἡμέραν μιαν· ἤγουν, ὡς ἑτέροις δοκεῖ, μιᾶς ἡμέρας ἐξανύσας ὁδὸν ἐν αὐτῇ, τὸν τῶν θείων κηρυγμάτων ἐποιεῖτο λόγον. θαῦμα δέ που πάντως ὁ Προφήτης ἦν, ἀνὴρ Ἑβραῖος, καὶ ἐξ ἀλλοδαπῆς ἥκων, καὶ οὐδενὶ που τάχα τῶν ἐκεῖσε διεγνωσμένος, διὰ μέσου βαδίζων τοῦ ἄστεος, ἀνακεκραγώς τε καὶ λέγων Ἔτι τρεῖς ἡμεραι καὶ Νινευὶ καταστραφήτεται. ἐνταῦθά μοι πάλιν ἐκεῖνο ἄθρει τε καὶ κατασκέπτου λεπτῶς. ὁ μὲν γὰρ τῶν ὅλων Θεὸς διακηρύττειν ἐκέλευε περὶ τῆς Νινευί “ὅτι ἀνέβη ἡ κραυγὴ “τῆς κα,κίας αὐτῆς πρὸς με’ ὁ δέ γε Προφήτης ἐν αὐτῇ γεγονώς Ἔτι τρεῖς ἡμέραι ἐβόα καὶ Νινευὶ τί οὖν ἐροῦμεν; ψευδοεπεῖ, καὶ λελάληκε τὰ ἀπὸ καρδίας, καὶ ούχὶ δὴ μᾶλλον τὰ ἀπὸ στόματος κυρίου, κατά τινας; οὐ τοῦτο φαμεν, ἐκεῖνο δὲ μᾶλλον, ὅτι σημαίνουσι μὲν οἱ προφῆται πολλάκις τῆς ἑαυτῶν ἀποστολῆς τὸν τρόπον. οὐ πάντας δὲ πάντως εἰς ἡμᾶς τοὺς παρὰ Θεοῦ πρὸς αὐτοὺς γεγονότας ἐκφέρουσι λόγους, οὔτε μὴν τοὺς παρ’ αὐτῶν πρὸς Θέον· ὅτι μὲν γὰρ πρὸς αὐτὸν λελάληκεν ὁ Δεσπότης “Ἀνάστηθι καὶ πορεύθητι εἰς Νιωευὶ καὶ κήρυξον ἐν αὐτῇ “ὅτι ἀνέβη ἡ κραυγὴ τῆς κακίας αὐτῆς πρὸς με’ σαφῶς ἠκούσαμεν ἐν ἀρχαῖς εὐθὺς τῆς προφητείας· ὅτι δὲ αὐτός τι λελάληκε πρὸς Θεὸν, οὐκ ἐγνώκαμεν. πλὴν εὑρήσομεν λέγοντα “Ὠ κύριε, οὐχ οὗτοι οἱ λόγοι μου, ἔτι ὄντος μου ἐν τῇ γῇ μου· διὰ τοῦτο προέφθασα τοῦ φυγεῖν εἰς Θαρ- “σεῖς, διότι ἔγνων ὅτι σὺ ἐλεήμων καὶ οἰκτίρμων.’’ ὁρᾷς ὅτι τὰ πλεῖστα σεσίγηται, καὶ λεληθότως εἴρηται παρὰ Θ,εοῦ καὶ πρὸς Θεὸν ὁμοίως διὰ τῆς τοῦ Προφήτου φωνῆς; οὐκοῦν ἀκόλουθον ταῖς τῶν ἁγίων φωναῖς ἐπιψηφίζεσθαι τὴν ἀλήθειαν, ψευδοεπήσουσι γὰρ ἥκιστά γε, τὸ τῆς ἀληθείας πλουτήσαντες πνεῦμα.