Ancient Greek · ~3 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 46-3
Not analysed yet
Οἶνον, ὡς ἔοικεν, ἐνθάδε φησὶ τὸν ἐξ ἀμπέλου Σοδόμων, τὸν καταμεθύσκοντα καρδίας, καὶ ἐπιθολοῦντα τὸν νοῦν καὶ ἀχλύος αὐτὸν ἀναπιμπλάντα τῆς ὀλεθρίου καὶ βδελυρᾶς. δεδυσφορηκότων δὴ οὖν ἐνίων ἐπί τε τῇ τῶν δαμάλεων καινοτομίᾳ, καὶ μέν τοι τῶν ἑορτῶν, παρεθήγοντο πρὸς ὀργὰς τῶν ἀρχόντων τινές. ἵνα δὲ μὴ ὁρῷτο τῶν σεσιγηκότων, καὶ εὐφημεῖν οὐκ ἀνεχομένων ἡ σωφρονεστέρα πληθὺς, αὐτοὶ τοῖς ὄχλοις τὰς χεῖρας συνεκτείνοντες, ἐπεφώνουν καὶ ἔτι μειζόνως “Αὕτη ἡ ἡμέρα τοῦ βασιλέως,” καὶ τοὺς τῆς ἀνοσιότητος ἀπεδέχοντο τρόπους. ὠργίζοντο τοίνυν μεμεθυσμένοι, φησὶν, ἀνοσίᾳ μέθῃ, καὶ τοῖς μὴ συντρέχουσι τοῖς οὕτως αἰσχροῖς τοὺς ὀδόντας ἐπέτριζον, λοιμοῖς συνεκτείνοντες τὰς ἑαυτῶν χεῖρας. λοιμοὺς δέ φησι τοὺς ὄχλους. ἐπεκρότουν γάρ φησιν, ὡς ἔφην, καίτοι παιδαγωγεῖν εἰς εὐσέβειαν ὀφείλοντες, καὶ τὴν τοῦ συμφέροντος ἀνακαλύψαι τρίβον. ἀλλ’ ἦσαν θερμοὶ τὴν καρδίαν καὶ αὐτοί φησι, τῆς εἰς παράβασιν ἐπιθυμίας τὴν ὀλεθρίαν εἰς νοῦν δεξάμενοι φλόγα.