Ancient Greek · ~6 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ.
Cyrillus Theol., In XII Prophetas 46-4
Not analysed yet
Ἀπειλοῦντος Θεοῦ, καὶ δὴ καὶ φάσ’ κοντὸς περὶ τοῦ Ἐφρσΐμ, ἤτοι παντὸς τοῦ Ἰσραὴλ, ὡς καὶ ὁλόρριζος ἀπολεῖται, λεῖται, καὶ θρηνήσει τὴν ἀπαιδίαν, καὶ πονέσει μάτην ἐπὶ ταῖς τῶν τέκνων ἀνατροφαῖς, ἑαυτὸν ὁ προφήτης ὑπεξάγει τῆς δίκης, ἔξω τε γενέσθαι τῆς ὀργῆς προσεύχεται λέγων Σάρξ μου ἐξ αὐτῶν. τὸ δὲ ἐξ αὐτῶν συνήσεις, ἀντὶ τοῦ μακρὰν ἀπ’ αὐτῶν. ἔξω γὰρ αὐτῶν καὶ ἀποτάτω φησὶν, αὐτός τε γενοίμην ἐγὼ, καὶ τὸ ἐμὸν ἅπαν γένος. δηλοῖ γὰρ ἐσθ’ ὅτε καὶ τὸ γένος ἡ σαρξ. ἐκδεξόμεθα γὰρ οὕτω καὶ τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς ὀρθῶς εἰρημένον. γέγραφε γὰρ ὡδί “‘Υμῖν δὲ λέγω τοῖς ἔθνεσίν ἐφ’ ὅσον μὲν οὖν ἐγώ “εἰμι ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω, εἴπως ““παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν.” ἔθος δὲ τοῖς ἁγίοις προφήταις, ὅταν ἴδωσι πολλάκις δεινὰ καὶ δυσφόρητα τὰ τινῶν ἐγκλήματα, λοιπὸν τὰ καθ’ ἑαυτοὺς τῆς ἐκείνων βδελυρίας ἀλλοτριοῦν. καὶ γοῦν ὁ προφήτης Ἰουδαίους πλείστοις ὅσοις αἰτιάμασιν ἐμπεπτωκότας τοὺς Ἰουδαίους καὶ Θεῷ προσκεκρουκότας ὁρῶν, “κύριε, φησὶ, “παντοκράτορ, οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, “ἀλλ’ ηὐλαβούμην ἀπὸ προσώπου χειρός σου· καταμόνας “ἐκαθήμην, ὅτι πικρίας ἐνεπλήσθην.” δεῖ δὴ οὖν ἄρα θαυ- μάσαι τὸν μακάριον Παῦλον, ὅταν ἡμῖν ἐπιστέλλῃ λέγων ““Σεαυτὸν ἁγνὸν τήρει, καὶ μὴ κοινώνει ἁμαρτίαις ἀλλο- “τρίαις.’’ εἴποι δ’ ἃν εἰκότως ἅπας τις οὖν εὐσεβὴς περὶ τῶν προσκρουόντων τῷ Θεῷ, καὶ ὅσον οὐδέπω κολασθησομένων, Σάρξ Σαρξ μου ἐξ αὐτῶν.