Ancient Greek · ~2 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 47-2
Not analysed yet
Επειδὴ γὰρ εἰς νεφροὺς ὁρᾷ καὶ καρδίας ὁ τῶν ὅλων Θεὸς, ἄποπτον δὲ αὐτῷ παντελῶς οὐδὲν, ἔγνωκεν ὅτι πεπόρνευκε μὲν, καὶ εἰς ἄκρον ἧκε φαυλότητος ὁ Ἰσραὴλ, ἤγουν ὁ Ἐφραΐμ· πλὴν οὐδ’ ὅσον εἰπεῖν εἰς νοῦν καὶ καρδίαν κἂν γοῦν τὸ χρῆναι μετανοεῖν εἰσεδέξατο, διά γε τὸ κεκρατῆσθαι τῷ πορνεύειν αὐτὸν ἀναπείθοντι πνεύματι, καὶ τὸν ἀληθῶς Δεσπότην μὴ ἐθελῆσαι ζητεῖν. ἀληθὲς οὖν ὅτι, καθά φησιν ὁ Σωτῆρ’, “Οὐδεὶς δύναται δυσὶ κυρίοις δοῦ. “λεύειν· ἣ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει· “ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει.”