Ancient Greek · ~11 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 48
Not analysed yet
Ἐξηγεῖται σαθῶς τίς ἄν γένοιτο τῆς συναθείας ὁ τρόπος, ς καὶ διὰ ποίων ἄν ἴοι πραγμάτων τῆς οἰκονομίας τὸ μυστήριον. ἐν δικαιοσύνῃ γὰρ ἔσται θηςὶ καὶ ἐν καίματι καὶ μέντοι καὶ ἐν ἐλεει καὶ ἐν οἰκτιρμοῖς. τίς οὖν ἄρα ἐστὶν ἡ δικαιο- σύνη, τί δὲ τὸ κρίμα, καὶ μὴν καὶ τὸ ἔλεος, εἰπεῖν, ὡς ἔοικεν, ἀναγκαῖον, οὐκοῦν πεπλεονεκτήμεθα μὲν οἱ τάλανες, διαρ- πάζοντος ἡμᾶς ὡς θηρὸς ἀγρίου τοῦ σατανᾶ, καὶ ἀποξέροντος μὲν εἰς πλάνησιν, ἐνιέντος δὲ κατὰ τὸ αὐτῷ δοκοῦν τοῖς τῆς ἀμαρτίας βόθοις, οὐδὲν ἑαυτοῖς ἐπαμύνειν ἰσχύοντας. παγ- χάλεπος γὰρ καὶ βιαιότατος ἀληθῶς καὶ ἀνθρωποκτόνος ὁ Θήρ. ἐπειδὴ δὲ εἰς τοῦτο ταλαιπωρίας κατεκομέσθη τὰ ἀνθρώπινα, συχνὰς ἐποιοῦντο τὰς λιτὰς πρὸς τὸν ἐπαμύνειν δυνάμενον οἱ μακάριοι προξῆται, καὶ τὸ κοινὸν τῆς ἀνθρω- πότητος μονονουχὶ προσωπεῖον ἑαυτοῖς περιπλάττοντες, συλλήπτορα καὶ ἐπαρωγὸν ἐξ οὐρανῶν ἀθικέσθαι παρε- κάλουν τὸν Υἱόν. ἔθη γοῦν ὁ θεσπέσιος Δαυείδ, “Ἀνάστα “ὁ Θεὸς, κρίνον τὴν γῆν·’’ καὶ πάλιν “Ὁ Θεὸς, ἐν τῷ “ὀνόματί σου σῶσόν με, καὶ ἐν τῇ δυνάμει σου κρινεῖς “με.’’ ἔκρινε τοίνυν ἐν δικαιοσύνῃ ὁ Θεὸς, καὶ σέσωκε μὲν τοὺς ἠδικημένους, τὸν δὲ μιαιθόνον καὶ ἀλιτήριον ἀπεσόβησε στανᾶν, καὶ τῆς καθ’ ἡμῶν ἀπεώσατο πλεονεξίας, καὶ τὴν ἀλαζόνα καὶ οὐκ εὐάντητον τῶν δαιμονίων καθεῖλεν ἀρχήν. καὶ τοῦτο ἡμῖν τὸ μυστήριον αὐτὸς δἰ ἑαυτοῦ διεσάθει λέγων, ὅτε τὸν ἡπὲρ τῆς ἁπάντων ζωῆς ἔμελλεν ἀνατλῆναι σταυρόν “Νῦν κρίσις ἐστὶ τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων “τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω. κἀγὼ ἐὰν ὑψωθῶ ἐκ “τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν,’’ καὶ οὐ δήπου Φαμὲν, ὅτι κρίσιν ἔθη τοῦ κόσμου τούτου γενήσεσθαι παρ’ αὐτοῦ κατὰ τὸν τὴς ἐπιδημίας καιρόν. ὡς γὰρ αὐτὸς ἔφη πάλιν, “Οὐκ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ “τὸν κόσμον, ἐλλ’ ἵνα σωθῇ ὁ κόσμος δἰ αὐτοῦ.’’ κρίσιν δὲ εἶναί φησι τὴν ὀρθὴν καὶ ἀμώμητον οἱονεὶ διαδικασίαν. δε- δίκακε γὰρ, ὡς ἔφην, ὀρθῶς καὶ θεοπρεπῶς ἡμῖν τε κἀκείνῳ. καὶ σέσωκε μὲν ἡμᾶς, ἑλκύσας πρὸς ἑαυτόν· ἐκβέβληκε δὲ τῆς καθ’ ἡμῶν τυραννίκος τὸν πλεονεκτοῦτά τε καὶ διολ- λύντα ποικίλως. σεσώσμεθα δὴ οὖν ἐλεοῦντός τε ἡμᾶς καὶ κατοικτείροντος Θεοῦ. δεδικαιώμεθα γὰρ. “Oὐκ ἐξ ἔργων “δικαιοσύνης ἅ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ πολὺ αὐτοῦ “ἔλεος,’’ καθὰ γέγραπται· κεκλήμεθά τε πρὸς οἰκειότητα τὴν πνευματικὴν διὰ πίστεως· κεκλημένοι τε οὕτω, τὸν φύσει Θεὸν ἐγνώκαμεν, ταύτῃτοι, φησὶ, καὶ μνηστεύσομαί σε ἐμαυτῷ ἐν πίστει, καὶ ἐπιγνώσῃ τὸν Κύριον. Οὐκοῦν προεισβέβηκεν ἡ πίστις, πεπλουτήκαμεν δὲ οὕτως καὶ τὸ εἰδέναι Χριστόν. καὶ τοῦτο, οἶμαι, ἐστὶ τὸ πρός τινας εἰρημέν “ἐὰν γὰρ μὴ πιστεύσητε, οὐδ᾿ οὐ μὴ συνῆτε.” ὅτι δὲ τὸ συνιέναι λαμπρῶς Τὸ Χριστοῦ μυστήριον τῆς εἰς αἰῶνα ζωῆς περιποιεῖται τὴν Μέθεξιν τοῖς ἑλεῖν ἀξίοις, πληροφορήσει λέγων αὐτὸς ὁ Υἱὸς Πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν “Αὕτη δέ ἐστιν “ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωςί σε τὸν μόνον ἀληθινὸν Θεὸν,