Ancient Greek · ~5 min
Commentary hosea, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΩΣΗΕ
Cyrillus Theol., In XII Prophetas 48-3
Not analysed yet
Ἔφην, ὅτι περιδεὴς ἦν ἄγαν ὁ θεομισὴς Ἱεροβοὰμ, ἐν μόναις ὢν ἔτι ταῖς σκέψεσι τῶν ἀνοσίων ἐγχειρημάτων. ᾤετο γὰρ δὴ, καὶ σφόδρα εἰκότως, ἀγανακτήσειν Ἰσραήλ, εἰ διαπύθοιτό τι τοιοῦτον, καὶ τῶν πατρῴων ἐθῶν τὴν παράβασιν οὐκ ἐν μικρῷ ποιήσεσθαι λόγῳ. ἐπειδὴ δὲ προσπεφώνηκε μὲν τοῖς ὄχλοις αὐτὸς, ὅτι χρὴ ταῖς δαμάλεσι προσκυνεῖν, προσήκαντο δὲ ἀσμένως τὴν σκέψιν αὐτοὶ, καὶ ὁμοῦ τοῖς ἄρχουσιν ἐπεκρότουν, ὡς ὀρθὰ καὶ συμφέροντα φρονεῖν τε καὶ δρᾶν ᾐρημένοι, ἀπέστη δειμάτων, ἀποκεχώρηκεν ὑποψίας, εὔθυμός τε διετέλει λοιπὸν, καὶ τρυφῆς ἦν πλέως. οὐκοῦν ἐν τῷ καταῤῥάσσειν αὐτοὺς, τουτέστι, κατ’ ἐκεῖνο καιροῦ, ὅτε κατέπιπτον εἰς ὄλεθρον καὶ ἀπώλειαν, συγκατανεύοντές τε καὶ συναινοῦντες αὐτῷ, καὶ τῆς εἰς Θεὸν ἀγάπης τιμῶντες τὴν παράβασιν, τότε φησὶν, ὁ Ἐφραΐμ, τουτέστιν ὁ ἐκ φυλῆς Ἐφραΐμ Ἱεροβοὰμ, ὅλην ἐκοιμήθη τὴν νύκτα. ὅμοιον ὡς εἰ λέγοι, καίτοι πάλαι διεγρηγορὼς ἐκ δειμάτων καὶ ὑποψίας, ἄφροντις ἦν, ἐτρύφα λοιπὸν, καὶ ἐν μαλακαῖς ἦν εὐναῖς ὅλην τὴν νύκτα κοιμώμενος. ἐπειδὴ δὲ πρωὶ γέγονε, θερμότερος ἦν τῶν ἄλλων. ἀνεκαύθη γὰρ ὡς πῦρ φέγγος, καὶ τοῖς ὄχλοις συνεθερμαίνετο, οὐδ’ ὅσον εἰπεῖν μελλησμοῦ τὴν ὑπόθεσιν ἀξιῶν, ἀλλ’ εἰς πέρας ἄγων, καὶ μάλα προθύμως, τῶν ἀνοσίων ἐγχειρημάτων τὴν ἀνάδειξιν. Πάντες ἐθερμάνθησαν, ὡς κλίβανος οἱ καρδίαι αὐτῶν, καὶ κατέφαγεν τοὺς κριτὰς αὐτῶν· πάντες οἱ βασιλεὶς αὐτῶι ἔπεσον, οὐκ ἦν ὁ ἐπικαλούμεονς ἑ αὐτοῖς πρός με.