Ancient Greek · ~2 min
Commentary amos, ΤΟΥ ΑΥΤΟΥ ΕΙΣ ΤΟΝ ΑΥΤΟΝ ΠΡΟΦΗΤΗΝ
Cyrillus Theol., In XII Prophetas 49-11
Not analysed yet
Εννοεῖν δὲ ἀκόλουθον, ὅτι τὸ μὲν θλώμενον ἔχει πὼς ὁλοτελῆ τὴν κατάπτωσιν· τὸ δέ γε ῥηγνύμενον νοοῖτ’ ἂν εἰκότως ὡς πάσχον ἐκ μέρους. συμβέβηκε δὲ τὸν μὲν οἶκον τοῦ Ἐφραῒμ, ἤτοι τὸν Ἰσραὴλ τελείαν ὑπομεῖναι τὴν ἅλωσιν, καὶ δυσίατον τὴν ἐκ τοῦ πολέμου συμφορὰν, ἀπὸ μέρους δὲ τὸν Ἰούδαν, καὶ ὡς ἐν βραχεῖ ῥήγματι τοῦτο παθεῖν. δίκαιος οὖν ὁ κριτὴς καὶ ἀπροσωπόληπτος. ταλαντεύει γὰρ, ὡς ὁρᾷ, τὰ πόλεων ἢ χωρῶν ἐγκλήματα, καὶ ἀναλόγως ἑκάστῳ τὴν ὠφελεῖν ἰσχύουσαν ἐπάγει πληγήν. μὴ δὴ καταφρονῶμεν Θεοῦ, τὸ παναλκὲς εἰδότες τῆς ὑπερτάτης χειρός· χρῆμα γὰρ ἄριστον ἡ εἰς τοῦτο σύνεσις.