Ancient Greek · ~6 min
Commentary micah, ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΕΙΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΜΙΧΑΙΑΝ.
Cyrillus Theol., In XII Prophetas 49-13
Not analysed yet
Φανερὰν ποιεῖται τῶν εἰρημένων τὴν δύναμιν. ἀπόκληροι γὰρ γεγόνατε φησι, καὶ μεμέτρηται μὲν τὰ ὑμῶν ἑτέροις, σοὶ δὲ οὐκ ἔξεστι καταμετρεῖν τὰ σά. πεπονθότας δὲ τοῦτο κατὰ τὸν τῆς ἐπιδημίας καιρὸν καὶ τοὺς ἀλαζόνας εὑρήσομεν Ἰουδαίους. ἐμπαροινήσαντες γὰρ τῷ Χριστῷ τῶν ἐκνεμηθέντων αὐτοῖς ἀπώλισθον κλήρων. ἦν μὲν γὰρ πρωτότοκος, καὶ αὐτῶν εἶναί φησι τὰς ἐπαγγελίας ὁ σοφώτατος Παῦλος, αὐτῶν τοὺς πατέρας, καὶ ἐξ αὐτῶν τὸ κατὰ σάρκα Χριστόν. ἐκπέπτωκε δὲ τῆς ἐλπίδος καὶ τῆς εἰς τοῦτο πάσης εὐκλείας· εἰσέφρησε δὲ τῶν ἐθνῶν ἡ πληθὺς καὶ εἰς τὸν ἐκείνων ἀντανέβη κλῆρον· αὐτῶν γὰρ γεγόνασιν αἱ ἐπαγγελίαι, ἀν’ τῶν ὁ Χριστὸς, αὐτῶν οἱ πατέρες· τέκνα χρηματίζουσιν ̔Αβραὰμ, κατακολουθοῦντες “τοῖς ἴχνεσι τῆς ἐν ἀκροβυστίᾳ “πίστεως’’ αὐτοῦ· “Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴ, οὗτοι Ἴσ’, “ραὴλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα ̔Αβραὰμ, πάντες τέκνα, ἀλλὰ “τὰ τέκνα τῆς ἐπαγγελίας, ταῦτα λογίζεται εἰς σπέρμα.” τοιγάρτοι καὶ ὁ θεσπέσιος Ἰωάννης τὴν τῶν Ἰουδαίων ὀφρῦν καὶ τὸ ἵκανον φύσημα καταφέρων “Ποιήσατε οὑν κάρπους “ἀξίους τῆς μετανοίας, φησὶ, καὶ μὴ δόξητε λέγειν ἐν -“ἑαυτοῖς, ὅτι πατέρα ἔχομεν τὸν ̔Αβραάμ· λέγω γὰρ “ὑμῖν ὅτι δύναται ὁ Θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι “τέκνα τῷ ̔Αβραάμ.” οὐκοῦν ἀποπέπτωκε μὲν τῆς κληρονομίας ὁ ἀπόπληκτος Ἰσραὴλ, ἀντανέφυ δὲ ὥσπερ ἡ ἐξ ἐθνῶν ἀγέλη, καὶ αὐτοῖς ὁ Χριστὸς τῶν ἄνωθεν ἀγαθῶν τὸν εὐκλεᾶ τε καὶ ἀξιόληπτον ἀπονέμει κλῆρον. συμπολῖται γὰρ γεγόνασι τῶν ἁγίων, καὶ οἰκεῖοι τοῦ Θεοῦ, σύσσωμοί τε τοῦ Χριστοῦ, καὶ τῆ πρὸς αὐτὸν ἑνότητι διὰ Πνεύματος ἐκλελαμπρυσμένοι, τὸν πολύευκτον ἀληθῶς διαζήσονται βίον, ἐν ὁσιότητί τε καὶ ἁγιασμῷ καὶ ἀφθαρσίᾳ.